3
1 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος⸃ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. 2 Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. 3 Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην. *⸆ 4 Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπεν, Βλέψον εἰς ἡμᾶς. 5 Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν. 6 Εἶπεν δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ τοῦ Ναζωραίου, *⸂ἔγειραι καὶ⸃ περιπάτει. 7 Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν· *⸆ παραχρῆμα δὲ ἐστερεώθησαν *⸉αὐτοῦ αἱ βάσεις⸊ καὶ τὰ σφυρά. 8 Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. 9 Καὶ εἶδεν *⸉αὐτὸν πᾶς ὁ λαὸς⸊ περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν· 10 ἐπεγίνωσκόν *⸂τε⸃ αὐτὸν ὅτι *⸂2οὗτος⸃ ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 Κρατοῦντος δὲ *⸂τοῦ ἰαθέντος χωλοῦ⸃ *⸂2τὸν Πέτρον καὶ Ἰωάννην,⸃ συνέδραμεν *⸉πρὸς αὐτοὺς πᾶς ὁ λαὸς⸊ ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. 12 Ἰδὼν δὲ *⸆ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; 13 *⸂Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ,⸃ ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς *⸋μὲν⸌ παρεδώκατε, καὶ ἠρνήσασθε *⸋2αὐτὸν⸌ κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. 14 Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 16 Καὶ *⸋ἐπὶ⸌ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. 17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. 18 Ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν *⸋αὐτοῦ,⸌ παθεῖν τὸν χριστόν, *⸆ ἐπλήρωσεν οὕτως. 19 Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, *⸂εἰς⸃ τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου, 20 καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν *⸉χριστὸν Ἰησοῦν·⸊ 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος *⸋πάντων⸌ *⸋2τῶν⸌ ἁγίων *⸉αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος.⸊ 22 Μωσῆς μὲν *⸋γὰρ πρὸς τοὺς πατέρας⸌ εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς *⸂ἡμῶν⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23 Ἔσται δέ, πᾶσα ψυχή, ἥτις *⸂ἐὰν⸃ μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ *⸂κατήγγειλαν⸃ τὰς ἡμέρας ταύτας. 25 Ὑμεῖς ἐστε *⸆ υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς *⸉διέθετο ὁ θεὸς⸊ πρὸς τοὺς πατέρας *⸂ἡμῶν,⸃ λέγων πρὸς Ἀβραάμ, Καὶ *⸋ἐν⸌ τῷ σπέρματί σου *⸂2ἐνευλογηθήσονται⸃ πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26 Ὑμῖν πρῶτον *⸉ὁ θεός, ἀναστήσας⸊ τὸν παῖδα αὐτοῦ *⸋Ἰησοῦν,⸌ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
* 3:3 ⸆ – RP f 35 ¦ λαβεῖν TR TNT2 WH NA NIV SBL * 3:6 ⸂ ἔγειραι καὶ RP f 35 TR ¦ ἔγειρε καὶ TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL * 3:7 ⸆ – RP f 35 TR ¦ αὐτόν TNT2 WH NA NIV SBL * 3:7 ⸉ αὐτοῦ αἱ βάσεις RP f 35 TR ¦ αἱ βάσεις αὐτοῦ TNT2 WH NA NIV SBL * 3:9 ⸉ αὐτὸν πᾶς ὁ λαὸς RP f 35 TR ¦ πᾶς ὁ λαὸς αὐτὸν TNT2 WH NA NIV SBL * 3:10 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 3:10 ⸂2 οὗτος RP f 35 TR TNT2 WH NA25 SBL ¦ αὐτὸς NA27+28 NIV * 3:11 ⸂ τοῦ ἰαθέντος χωλοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 3:11 ⸂2 τὸν Πέτρον καὶ Ἰωάννην RP f 35 TR ¦ τὸν Πέτρον καὶ τὸν Ἰωάνην TNT2 WH ¦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην NA NIV SBL * 3:11 ⸉ πρὸς αὐτοὺς πᾶς ὁ λαὸς RP f 35 TR ¦ πᾶς ὁ λαὸς πρὸς αὐτοὺς TNT2 WH NA NIV SBL * 3:12 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 3:13 ⸂ Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ Ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ NA27+28 * 3:13 ⸋ μὲν RP f 35 TNT2 WH NA NIV11 SBL ¦ – TR NIV73 * 3:13 ⸋2 αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 3:16 ⸋ ἐπὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 3:18 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:18 ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 3:19 ⸂ εἰς RP f 35 TR TNT2 NA27+28 NIV ¦ πρὸς WH NA25 SBL * 3:20 ⸉ χριστὸν Ἰησοῦν RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἰησοῦν χριστὸν TR * 3:21 ⸋ πάντων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:21 ⸋2 τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 3:21 ⸉ αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος RP f 35 TR ¦ ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν TNT2 WH NA NIV SBL * 3:22 ⸋ γὰρ πρὸς τοὺς πατέρας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:22 ⸂ ἡμῶν RP f 35 ¦ ὑμῶν TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 3:23 ⸂ ἐὰν RP NA NIV ¦ ἂν f 35 TR TNT2 WH SBL * 3:24 ⸂ κατήγγειλαν RP TNT2 WH NA NIV SBL ¦ προκατήγγειλαν f 35 TR * 3:25 ⸆ – RP f 35 TR ¦ οἱ TNT2 WH NA NIV SBL * 3:25 ⸉ διέθετο ὁ θεὸς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ θεὸς διέθετο WH NA25 * 3:25 ⸂ ἡμῶν RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL * 3:25 ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 3:25 ⸂2 ἐνευλογηθήσονται RP f 35 TR TNT2 NA NIV SBL ¦ εὐλογηθήσονται WH * 3:26 ⸉ ὁ θεός, ἀναστήσας RP f 35 TR TNT2 ¦ ἀναστήσας ὁ θεός WH NA NIV SBL * 3:26 ⸋ Ἰησοῦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL