12
1 Καυχᾶσθαι *⸂δὴ⸃ οὐ *⸂2συμφέρει μοι·⸃ ἐλεύσομαι *⸂3γὰρ⸃ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. 2 Οἶδα ἄνθρωπον ἐν χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων—εἴτε ἐν σώματι οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ θεὸς οἶδεν—ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον—εἴτε ἐν σώματι, εἴτε *⸂ἐκτὸς⸃ τοῦ σώματος, οὐκ οἶδα· ὁ θεὸς οἶδεν— 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις *⸋μου·⸌ 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει *⸋τι⸌ ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων *⸆ *⸂ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.⸃ 8 Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ. 9 Καὶ εἴρηκέν μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς *⸋μου⸌ ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις *⸋2μου,⸌ ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ χριστοῦ. 10 Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, *⸆ *⸋ἐν⸌ στενοχωρίαις, ὑπὲρ χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11 Γέγονα ἄφρων *⸋καυχώμενος·⸌ ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ᾽ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. 12 Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, *⸋ἐν⸌ σημείοις *⸆ καὶ τέρασιν καὶ δυνάμεσιν. 13 Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14 Ἰδού, τρίτον *⸆ ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω *⸋ὑμῶν·⸌ οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις. 15 Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ *⸋καὶ⸌ περισσοτέρως ὑμᾶς *⸂ἀγαπῶν,⸃ ἧττον ἀγαπῶμαι. 16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλ᾽ ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. 17 Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19 *⸂Πάλιν⸃ δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; *⸂2Κατενώπιον⸃ *⸋τοῦ⸌ θεοῦ ἐν χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20 Φοβοῦμαι γάρ, μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως *⸂ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι·⸃ 21 μὴ πάλιν *⸂ἐλθόντα με⸃ ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
* 12:1 ⸂ δὴ RP f 35 TR ¦ δεῖ TNT2 WH NA NIV SBL * 12:1 ⸂2 συμφέρει μοι RP f 35 TR ¦ συμφέρον μέν TNT2 WH NA NIV SBL * 12:1 ⸂3 γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 12:3 ⸂ ἐκτὸς RP f 35 TR ¦ χωρὶς TNT2 WH NA NIV SBL * 12:5 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:6 ⸋ τι RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11 * 12:7 ⸆ – RP f 35 TR ¦ διὸ TNT2 WH NA NIV SBL * 12:7 ⸂ ἵνα μὴ ὑπεραίρωμαι … ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. RP f 35 TR WH NA NIV SBL ¦ ἵνα μὴ ὑπεραίρωμαι … ἵνα με κολαφίζῃ. TNT2 * 12:9 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:9 ⸋2 μου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 12:10 ⸆ – RP f 35 TR TNT2 ¦ καὶ WH NA NIV SBL * 12:10 ⸋ ἐν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 12:11 ⸋ καυχώμενος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:12 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:12 ⸆ – RP f 35 TR TNT2 ¦ τε WH NA NIV SBL * 12:14 ⸆ – RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL * 12:14 ⸋ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:15 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:15 ⸂ ἀγαπῶν RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ ἀγαπῶ WH NA25 NIV11 * 12:19 ⸂ Πάλιν RP f 35 TR ¦ Πάλαι TNT2 WH NA NIV SBL * 12:19 ⸂2 Κατενώπιον RP f 35 TR ¦ Κατέναντι TNT2 WH NA NIV SBL * 12:19 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:20 ⸂ ἔρεις, ζῆλοι, … ἀκαταστασίαι RP TR ¦ ἔρις, ζῆλοι, … ἀκαταστασίαι f 35 ¦ ἔρεις, ζῆλος, … ἀκαταστασίαι TNT2 ¦ ἔρις, ζῆλος, … ἀκαταστασίαι WH NA NIV SBL * 12:21 ⸂ ἐλθόντα με RP ¦ ἐλθόντα με ταπεινώσῃ f 35 TR ¦ ἐλθόντος μου ταπεινώσει με TNT2 ¦ ἐλθόντος μου ταπεινώσῃ με WH NA NIV SBL