5
1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. 2 Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· 3 *⸂εἴγε⸃ καὶ *⸂2ἐνδυσάμενοι⸃ οὐ γυμνοὶ εὑρεθησόμεθα. 4 Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· *⸂ἐφ᾽ ᾧ⸃ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 5 Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ *⸋καὶ⸌ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος. 6 Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου— 7 διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— 8 θαρροῦμεν δέ, καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον. 9 Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10 Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε *⸂κακόν.⸃
11 Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12 Οὐ *⸋γὰρ⸌ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ *⸂οὐ⸃ *⸆ καρδίᾳ. 13 Εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14 Ἡ γὰρ ἀγάπη τοῦ χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι *⸋εἰ⸌ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ *⸂αὐτῶν⸃ ἀποθανόντι καὶ ἐγερθέντι. 16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ *⸋δὲ⸌ καὶ ἐγνώκαμεν κατὰ σάρκα χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17 Ὥστε εἴ τις ἐν χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονεν καινὰ *⸋τὰ πάντα.⸌ 18 Τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ *⸂Ἰησοῦ χριστοῦ,⸃ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς· 19 ὡς ὅτι θεὸς ἦν ἐν χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος *⸋ἐν⸌ ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
20 Ὑπὲρ χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ χριστοῦ, καταλλάγητε τῷ θεῷ. 21 Τὸν *⸋γὰρ⸌ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς *⸂γενώμεθα⸃ δικαιοσύνη θεοῦ ἐν αὐτῷ.
* 5:3 ⸂ εἴγε RP f 35 TR WH NA NIV SBL ¦ εἴ περ TNT2 * 5:3 ⸂2 ἐνδυσάμενοι RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ ἐκδυσάμενοι NA27+28 * 5:4 ⸂ ἐφ᾽ ᾧ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπειδή TR * 5:5 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:10 ⸂ κακόν RP f 35 TR ¦ φαῦλον TNT2 WH NA NIV SBL * 5:12 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:12 ⸂ οὐ RP f 35 TR ¦ μὴ TNT2 WH NA NIV SBL * 5:12 ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL * 5:14 ⸋ εἰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:15 ⸂ αὐτῶν RP TR TNT2 WH NA NIV SBL ¦ παντών f 35 * 5:16 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:17 ⸋ τὰ πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:18 ⸂ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ TNT2 WH NA NIV SBL * 5:19 ⸋ ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 5:21 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:21 ⸂ γενώμεθα RP f 35 TNT2 WH NA NIV SBL ¦ γινώμεθα TR