2
1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. 3 Ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· 4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς *⸂καταδουλώσωνται·⸃ 5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. 6 Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι—ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον *⸆ θεὸς ἀνθρώπου οὐ λαμβάνει—ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο· 7 ἀλλὰ τοὐναντίον, ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς— 8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη— 9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα *⸂ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ⸃ εἰς τὴν περιτομήν· 10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
11 Ὅτε δὲ ἦλθεν *⸂Πέτρος⸃ εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. 12 Πρὸ τοῦ γὰρ ἐλθεῖν τινὰς ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ *⸂ἦλθον,⸃ ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. 13 Καὶ συνυπεκρίθησαν αὐτῷ *⸋καὶ⸌ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. 14 Ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ *⸂Πέτρῳ⸃ ἔμπροσθεν πάντων, Εἰ σύ, Ἰουδαῖος ὑπάρχων, *⸂2ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς,⸃ *⸂3τί⸃ τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; 15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, 16 εἰδότες *⸆ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως *⸉Ἰησοῦ χριστοῦ,⸊ καὶ ἡμεῖς εἰς χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου· *⸂διότι⸃ *⸉2οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου⸊ πᾶσα σάρξ. 17 Εἰ δέ, ζητοῦντες δικαιωθῆναι ἐν χριστῷ, εὑρέθημεν *⸋καὶ αὐτοὶ⸌ ἁμαρτωλοί, ἆρα χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. 18 Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ *⸂τοῦ υἱοῦ τοῦ θεοῦ,⸃ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα χριστὸς δωρεὰν ἀπέθανεν.
* 2:4 ⸂ καταδουλώσωνται RP f 35 TR ¦ καταδουλώσουσιν TNT2 WH NA NIV SBL Ead Carl * 2:6 ⸆ – RP f 35 TR TNT2 SBL Ead ¦ ὁ WH NA NIV Carl * 2:9 ⸂ ἡμεῖς μὲν … αὐτοὶ δὲ RP f 35 ¦ ἡμεῖς … αὐτοὶ δὲ TR TNT2 WH NA NIV SBL Ead Carl * 2:11 ⸂ Πέτρος RP f 35 TR ¦ Κηφᾶς TNT2 WH NA NIV SBL Ead Carl * 2:12 ⸂ ἦλθον RP f 35 TR WH NA NIV SBL Ead ¦ ἦλθεν TNT2 Carl * 2:13 ⸋ καὶ RP f 35 TR TNT2 WH NA SBL Ead Carl ¦ – NIV * 2:14 ⸂ Πέτρῳ RP f 35 TR ¦ Κηφᾷ TNT2 WH NA NIV SBL Ead Carl * 2:14 ⸂2 ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς RP f 35 TR ¦ ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς TNT2 WH NA25 SBL ¦ ἐθνικῶς καὶ οὐχὶ Ἰουδαϊκῶς ζῇς NA27+28 NIV Carl ¦ ἐθνικῶς καὶ οὐχ Ἰουδαϊκῶς ζῇς Ead * 2:14 ⸂3 τί RP f 35 TR ¦ πῶς TNT2 WH NA NIV SBL Ead Carl * 2:16 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL Ead Carl * 2:16 ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR NA27+28 NIV SBL Ead Carl ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA25 * 2:16 ⸂ διότι RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL Carl * 2:16 ⸉2 οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου RP f 35 TR ¦ ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται TNT2 WH NA NIV SBL Ead Carl * 2:17 ⸋ καὶ αὐτοὶ RP f 35 TR TNT2 WH NA NIV SBL Carl ¦ – Ead * 2:20 ⸂ τοῦ υἱοῦ τοῦ θεοῦ RP f 35 TR WH NA NIV SBL Ead ¦ τοῦ θεοῦ καὶ χριστοῦ TNT2 Carl