5
1 Τῇ ἐλευθερίᾳ *⸂οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε,⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 Κατηργήθητε ἀπὸ *⸋τοῦ⸌ χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε. 5 Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη. 7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς *⸂ἐνέκοψεν⸃ *⸋τῇ⸌ ἀληθείᾳ μὴ πείθεσθαι; 8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις *⸂ἂν⸃ ᾖ. 11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ *⸂πληροῦται,⸃ ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς *⸂2ἑαυτόν.⸃ 15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
16 Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα *⸂δὲ⸃ *⸉ἀντίκειται ἀλλήλοις,⸊ ἵνα μὴ ἃ *⸂2ἂν⸃ θέλητε, ταῦτα ποιῆτε. 18 Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν *⸋μοιχεία,⸌ πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, *⸂ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, *⸋φόνοι,⸌ μέθαι, κῶμοι,⸃ καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς *⸋2καὶ⸌ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24 Οἱ δὲ *⸂τοῦ χριστοῦ,⸃ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
* 5:1 ⸂ οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε RP f 35 ¦ οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε TR ¦ ἡμᾶς χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν TNT2 WH NA NIV SBL Carl ¦ ἡμᾶς χριστὸς ἠλευθέρωσε· στήκετε οὖν Ead * 5:4 ⸋ τοῦ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL Carl * 5:7 ⸂ ἐνέκοψεν RP f 35 TNT2 WH NA NIV SBL Ead Carl ¦ ἀνέκοψε TR * 5:7 ⸋ τῇ RP f 35 TR NA27+28 NIV SBL Ead Carl ¦ – TNT2 WH NA25 * 5:10 ⸂ ἂν RP f 35 TR Ead ¦ ἐὰν TNT2 WH NA NIV SBL Carl * 5:14 ⸂ πληροῦται RP f 35 TR ¦ πεπλήρωται TNT2 WH NA NIV SBL Ead Carl * 5:14 ⸂2 ἑαυτόν RP TR ¦ σεαυτόν f 35 TNT2 WH NA NIV SBL Ead Carl * 5:17 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead Carl * 5:17 ⸉ ἀντίκειται ἀλλήλοις RP f 35 TR ¦ ἀλλήλοις ἀντίκειται TNT2 WH NA NIV SBL Ead Carl * 5:17 ⸂2 ἂν RP f 35 TR Ead ¦ ἐὰν TNT2 WH NA NIV SBL Carl * 5:19 ⸋ μοιχεία RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl * 5:20 ⸂ ἔρεις, ζῆλοι, … κῶμοι RP TR ¦ ἔρις, ζῆλοι, … κῶμοι f 35 ¦ ἔρις, ζῆλος, … κῶμοι TNT2 WH NA NIV SBL Ead Carl * 5:21 ⸋ φόνοι RP f 35 TR TNT2 Ead ¦ – WH NA NIV SBL Carl * 5:21 ⸋2 καὶ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL Carl * 5:24 ⸂ τοῦ χριστοῦ RP f 35 TR SBL Carl ¦ τοῦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV