2
1 Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν· 2 ἀλλὰ *⸆ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. 3 Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, *⸂οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ·⸃ 4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ *⸋τῷ⸌ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. 5 Οὔτε γάρ ποτε *⸂ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας·⸃ θεὸς μάρτυς· 6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς χριστοῦ ἀπόστολοι, 7 ἀλλ᾽ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν ὡς *⸂ἂν⸃ τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· 8 οὕτως, ὁμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν *⸂γεγένησθε.⸃ 9 Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς *⸋γὰρ⸌ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ. 10 Ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν· 11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι 12 καὶ *⸂μαρτυρόμενοι,⸃ εἰς τὸ *⸂2περιπατῆσαι⸃ ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
13 *⸆ Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς *⸉ἐστιν ἀληθῶς,⸊ λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. 14 Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν χριστῷ Ἰησοῦ· ὅτι *⸂τὰ αὐτὰ⸃ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, 15 τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς *⸋ἰδίους⸌ προφήτας, καὶ *⸂ἡμᾶς⸃ ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, 16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασεν δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ *⸆ εἰς τέλος.
17 Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾽ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ· 18 *⸂διὸ⸃ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. 19 Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν *⸂τοῦ κυρίου ἡμῶν Ἰησοῦ⸃ ἐν τῇ αὐτοῦ παρουσίᾳ; 20 Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.
* 2:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ καὶ TR * 2:3 ⸂ οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ RP f 35 TR ¦ οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ TNT2 WH NA NIV SBL Ead * 2:4 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 2:5 ⸂ ἐν λόγῳ κολακείας … ἐν προφάσει πλεονεξίας RP f 35 TR TNT2 NA NIV SBL Ead ¦ ἐν λόγῳ κολακείας … προφάσει πλεονεξίας WH * 2:7 ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL Ead * 2:8 ⸂ γεγένησθε RP f 35 TR ¦ ἐγενήθητε TNT2 WH NA NIV SBL Ead * 2:9 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 2:12 ⸂ μαρτυρόμενοι RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ μαρτυρούμενοι TR * 2:12 ⸂2 περιπατῆσαι RP f 35 TR ¦ περιπατεῖν TNT2 WH NA NIV SBL Ead * 2:13 ⸆ – RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL Ead * 2:13 ⸉ ἐστιν ἀληθῶς RP f 35 TR TNT2 NA27+28 NIV Ead ¦ ἀληθῶς ἐστὶν WH NA25 SBL * 2:14 ⸂ τὰ αὐτὰ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ ταὐτὰ TR * 2:15 ⸋ ἰδίους RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 2:15 ⸂ ἡμᾶς RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ ὑμᾶς TR * 2:16 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL Ead ¦ τοῦ θεοῦ NIV73 * 2:18 ⸂ διὸ RP f 35 TR ¦ διότι TNT2 WH NA NIV SBL Ead * 2:19 ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ TR