4
1 *⸂Πόθεν πόλεμοι καὶ μάχαι⸃ ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε *⸆ διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3 αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 *⸋Μοιχοὶ καὶ⸌ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; Ὃς *⸂ἂν⸃ οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν. 6 Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 7 Ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε *⸋δὲ⸌ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. 8 Ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. 10 Ταπεινώθητε ἐνώπιον *⸋τοῦ⸌ κυρίου, καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ *⸆ καταλαλῶν ἀδελφοῦ, *⸂καὶ⸃ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. 12 Εἷς ἐστὶν *⸋ὁ⸌ νομοθέτης, *⸆ ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ *⸋2δὲ⸌ τίς εἶ *⸂ὃς κρίνεις⸃ τὸν *⸂2ἕτερον;⸃
13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερον *⸂καὶ⸃ αὔριον *⸂2πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν *⸋ἕνα,⸌ καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν·⸃ 14 οἵτινες οὐκ ἐπίστασθε *⸋τὸ⸌ τῆς αὔριον. Ποία *⸋2γὰρ⸌ ἡ ζωὴ *⸂ὑμῶν;⸃ Ἀτμὶς γὰρ *⸂2ἔσται⸃ *⸋3ἡ⸌ πρὸς ὀλίγον φαινομένη, ἔπειτα *⸋4δὲ⸌ *⸋5καὶ⸌ ἀφανιζομένη. 15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ κύριος *⸂θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν⸃ τοῦτο ἢ ἐκεῖνο. 16 Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.
* 4:1 ⸂ Πόθεν πόλεμοι καὶ μάχαι RP f 35 TR ¦ Πόθεν πόλεμοι καὶ πόθεν μάχαι TNT2 WH NA NIV SBL * 4:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 4:4 ⸋ Μοιχοὶ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:4 ⸂ ἂν RP f 35 TR TNT2 ¦ ἐὰν WH NA NIV SBL * 4:7 ⸋ δὲ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 4:10 ⸋ τοῦ RP f 35 TR NA28 ¦ – TNT2 WH NA25+27 NIV SBL * 4:11 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ γὰρ f 35 * 4:11 ⸂ καὶ RP f 35 TR ¦ ἢ TNT2 WH NA NIV SBL * 4:12 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL * 4:12 ⸆ – RP TR ¦ καὶ κριτής f 35 TNT2 WH NA NIV SBL * 4:12 ⸋2 δὲ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 4:12 ⸂ ὃς κρίνεις RP f 35 TR ¦ ὁ κρίνων TNT2 WH NA NIV SBL * 4:12 ⸂2 ἕτερον RP f 35 TR ¦ πλησίον TNT2 WH NA NIV SBL * 4:13 ⸂ καὶ RP f 35 TR ¦ ἢ TNT2 WH NA NIV SBL * 4:13 ⸂2 πορευσώμεθα … ποιήσωμεν … ἐμπορευσώμεθα … κερδήσωμεν RP f 35 TR ¦ πορευσόμεθα … ποιήσωμεν … ἐμπορευσόμεθα … κερδήσομεν TNT2 ¦ πορευσόμεθα … ποιήσομεν … ἐμπορευσόμεθα … κερδήσομεν WH NA NIV SBL * 4:13 ⸋ ἕνα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:14 ⸋ τὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 4:14 ⸋2 γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 4:14 ⸂ ὑμῶν RP TR TNT2 WH NA NIV SBL ¦ ἡμῶν f 35 * 4:14 ⸂2 ἔσται RP ¦ ἐστιν f 35 TR ¦ ἐστε TNT2 WH NA NIV SBL * 4:14 ⸋3 ἡ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 4:14 ⸋4 δὲ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 4:14 ⸋5 καὶ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 4:15 ⸂ θελήσῃ … ζήσωμεν … ποιήσωμεν RP f 35 TR ¦ θελήσῃ … ζήσομεν … ποιήσομεν TNT2 NA NIV SBL ¦ θέλῃ … ζήσομεν … ποιήσομεν WH