16
1 Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. 2 Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. 3 Καὶ ταῦτα ποιήσουσιν, *⸆ ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4 Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα, *⸆ μνημονεύητε *⸋αὐτῶν,⸌ ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾽ ὑμῶν ἤμην. 5 Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; 6 Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 Ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ *⸋ἐγὼ⸌ μὴ ἀπέλθω, ὁ παράκλητος *⸂οὐκ ἐλεύσεται⸃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8 Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα *⸋μου⸌ ὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. 12 Ἔτι πολλὰ ἔχω *⸉λέγειν ὑμῖν,⸊ ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. 13 Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς *⸂εἰς πᾶσαν τὴν ἀλήθειαν·⸃ οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα *⸂2ἂν ἀκούσῃ⸃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. 15 Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ *⸂λαμβάνει,⸃ καὶ ἀναγγελεῖ ὑμῖν. 16 *⸂Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν πατέρα. 17 Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι *⸋Ἐγὼ⸃⸌ ὑπάγω πρὸς τὸν πατέρα; 18 Ἔλεγον οὖν, *⸉Τοῦτο τί ἐστιν⸊ ὃ λέγει, *⸋τὸ⸌ μικρόν; Οὐκ οἴδαμεν τί λαλεῖ. 19 Ἔγνω *⸋οὖν⸌ *⸋2ὁ⸌ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾷν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων, ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς *⸋δὲ⸌ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 Καὶ ὑμεῖς οὖν *⸉λύπην μὲν νῦν⸊ ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς *⸂αἴρει⸃ ἀφ᾽ ὑμῶν. 23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν *⸋ὅτι⸌ *⸂ὅσα ἂν⸃ αἰτήσητε τὸν πατέρα *⸉ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.⸊ 24 Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· *⸋ἀλλ᾽⸌ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς *⸂ἀναγγελῶ⸃ ὑμῖν. 26 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ *⸂παρὰ τοῦ θεοῦ ἐξῆλθον. 28 Ἐξῆλθον παρὰ τοῦ πατρός,⸃ καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν πατέρα. 29 Λέγουσιν *⸋αὐτῷ⸌ οἱ μαθηταὶ αὐτοῦ, Ἴδε, νῦν *⸆ παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31 Ἀπεκρίθη αὐτοῖς *⸋ὁ⸌ Ἰησοῦς, Ἄρτι πιστεύετε; 32 Ἰδού, ἔρχεται ὥρα καὶ *⸋νῦν⸌ ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστιν. 33 Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
* 16:3 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὑμῖν TR * 16:4 ⸆ – RP f 35 TR NIV73 ¦ αὐτῶν TNT2 WH NA NIV11 SBL * 16:4 ⸋ αὐτῶν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 16:7 ⸋ ἐγὼ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 16:7 ⸂ οὐκ ἐλεύσεται RP f 35 TR NA27+28 NIV ¦ οὐ μὴ ἔλθῃ TNT2 WH NA25 SBL * 16:10 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:12 ⸉ λέγειν ὑμῖν RP f 35 TR ¦ ὑμῖν λέγειν TNT2 WH NA NIV SBL * 16:13 ⸂ εἰς πᾶσαν τὴν ἀλήθειαν RP f 35 TR ¦ εἰς τὴν ἀλήθειαν πᾶσαν TNT2 WH NA25 ¦ ἐν τῇ ἀληθείᾳ πάσῃ NA27+28 NIV SBL * 16:13 ⸂2 ἂν ἀκούσῃ RP f 35 TR ¦ ἀκούσει TNT2 NA27+28 NIV SBL ¦ ἀκούει WH NA25 * 16:15 ⸂ λαμβάνει RP f 35 TNT2 WH NA NIV SBL ¦ λήψεται TR * 16:16 ⸂ Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν πατέρα … Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; RP f 35 ¦ Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα … Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; TR ¦ Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με … Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ὑπάγω πρὸς τὸν πατέρα; TNT2 WH NA NIV SBL * 16:17 ⸋ Ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:18 ⸉ Τοῦτο τί ἐστιν RP f 35 TR NA25 ¦ Τί ἐστιν τοῦτο TNT2 WH NA27+28 NIV SBL * 16:18 ⸋ τὸ RP f 35 TR NA NIV ¦ – TNT2 WH SBL * 16:19 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:19 ⸋2 ὁ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 16:20 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:22 ⸉ λύπην μὲν νῦν RP f 35 TR ¦ νῦν μὲν λύπην TNT2 WH NA NIV SBL * 16:22 ⸂ αἴρει RP f 35 TR NA NIV SBL ¦ ἀρεῖ TNT2 WH * 16:23 ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:23 ⸂ ὅσα ἂν RP f 35 TR ¦ ἂν τι TNT2 WH NA NIV SBL * 16:23 ⸉ ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν RP f 35 TR NA27+28 NIV ¦ δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου TNT2 WH NA25 SBL * 16:25 ⸋ ἀλλ᾽ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:25 ⸂ ἀναγγελῶ RP f 35 TR ¦ ἀπαγγελῶ TNT2 WH NA NIV SBL * 16:27 ⸂ παρὰ τοῦ θεοῦ … παρὰ τοῦ πατρός RP f 35 TR NA27+28 NIV ¦ παρὰ τοῦ πατρὸς … ἐκ τοῦ πατρός TNT2 WH ¦ παρὰ τοῦ θεοῦ … ἐκ τοῦ πατρός NA25 SBL * 16:29 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:29 ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL * 16:31 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:32 ⸋ νῦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL