21
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν *⸋πάλιν⸌ *⸋2ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς *⸆ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. 2 Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ *⸂ἐνέβησαν⸃ εἰς τὸ πλοῖον *⸋εὐθύς,⸌ καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 Πρωΐας δὲ ἤδη *⸂γενομένης⸃ ἔστη *⸋ὁ⸌ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. 5 Λέγει οὖν αὐτοῖς *⸋ὁ⸌ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. 6 Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι *⸂ἴσχυσαν⸃ ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. 8 Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 Ἀνέβη *⸆ Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον *⸂ἐπὶ τῆς γῆς,⸃ μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς *⸋δὲ⸌ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. 13 Ἔρχεται *⸋οὖν⸌ *⸋2ὁ⸌ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη *⸋ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς *⸋2αὐτοῦ,⸌ ἐγερθεὶς ἐκ νεκρῶν.
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων *⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. 16 Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων *⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ *⸂2πρόβατά⸃ μου. 17 Λέγει αὐτῷ τὸ τρίτον, Σίμων *⸂Ἰωνᾶ,⸃ φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ *⸂2εἶπεν⸃ αὐτῷ, Κύριε, *⸉σὺ πάντα⸊ οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ *⸋ὁ⸌ Ἰησοῦς, Βόσκε τὰ *⸂3πρόβατά⸃ μου. 18 Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος *⸉σε ζώσει,⸊ καὶ οἴσει ὅπου οὐ θέλεις. 19 Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι. 20 Ἐπιστραφεὶς *⸋δὲ⸌ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 Τοῦτον *⸆ ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; 22 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε; Σὺ *⸉ἀκολούθει μοι.⸊ 23 Ἐξῆλθεν οὖν *⸉ὁ λόγος οὗτος⸊ εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· *⸂καὶ οὐκ εἶπεν⸃ αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ *⸆ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής *⸉ἐστιν ἡ μαρτυρία αὐτοῦ.⸊ 25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ *⸂ὅσα⸃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον *⸂2χωρῆσαι⸃ τὰ γραφόμενα βιβλία. *⸋Ἀμήν.⸌
* 21:1 ⸋ πάλιν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 21:1 ⸋2 ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 21:1 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐγέρθεις ἐκ νεκρῶν f 35 * 21:3 ⸂ ἐνέβησαν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀνέβησαν TR * 21:3 ⸋ εὐθύς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:4 ⸂ γενομένης RP f 35 TR NA27+28 NIV SBL ¦ γινομένης TNT2 WH NA25 * 21:4 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:5 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 21:6 ⸂ ἴσχυσαν RP f 35 TR ¦ ἴσχυον TNT2 WH NA NIV SBL * 21:11 ⸆ – RP f 35 TR NA25 ¦ οὖν TNT2 WH NA27+28 NIV SBL * 21:11 ⸂ ἐπὶ τῆς γῆς RP f 35 TR ¦ εἰς τὴν γῆν TNT2 WH NA NIV SBL * 21:12 ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 21:13 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:13 ⸋2 ὁ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 21:14 ⸋ ὁ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 21:14 ⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:15 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL * 21:16 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL * 21:16 ⸂2 πρόβατά RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ προβάτιά WH NA25 * 21:17 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL * 21:17 ⸂2 εἶπεν RP f 35 TR TNT2 WH NA25 SBL ¦ λέγει NA27+28 NIV * 21:17 ⸉ σὺ πάντα RP f 35 TR ¦ πάντα σὺ TNT2 WH NA NIV SBL * 21:17 ⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 21:17 ⸂3 πρόβατά RP f 35 TR NA27+28 NIV SBL ¦ προβάτιά TNT2 WH NA25 * 21:18 ⸉ σε ζώσει RP f 35 TR NA27+28 NIV SBL ¦ ζώσει σε TNT2 WH NA25 * 21:20 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:21 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 21:22 ⸉ ἀκολούθει μοι RP f 35 TR ¦ μοι ἀκολούθει TNT2 WH NA NIV SBL * 21:23 ⸉ ὁ λόγος οὗτος RP f 35 TR ¦ οὗτος ὁ λόγος TNT2 WH NA NIV SBL * 21:23 ⸂ καὶ οὐκ εἶπεν RP f 35 TR ¦ οὐκ εἶπεν δὲ TNT2 WH NA NIV SBL * 21:24 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 21:24 ⸉ ἐστιν ἡ μαρτυρία αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ ἡ μαρτυρία ἐστιν TNT2 WH NA NIV SBL * 21:25 ⸂ ὅσα RP f 35 TR ¦ ἃ TNT2 WH NA NIV SBL * 21:25 ⸂2 χωρῆσαι RP f 35 TR NA27+28 NIV ¦ χωρήσειν TNT2 WH NA25 SBL * 21:25 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL