15
1 Ἦσαν δὲ *⸉ἐγγίζοντες αὐτῷ⸊ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ. 2 Καὶ διεγόγγυζον οἱ *⸆ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.
3 Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων, 4 Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ *⸂ἀπολέσας⸃ *⸉ἓν ἐξ αὐτῶν,⸊ οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό; 5 Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους *⸂ἑαυτοῦ⸃ χαίρων. 6 Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. 7 Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ *⸉ἔσται ἐν τῷ οὐρανῷ⸊ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως *⸂ὅτου⸃ εὕρῃ; 9 Καὶ εὑροῦσα *⸂συγκαλεῖται⸃ *⸂2τὰς φίλας καὶ τὰς γείτονας,⸃ λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 Οὕτως, λέγω ὑμῖν, *⸉χαρὰ γίνεται⸊ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς· 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. *⸂Καὶ⸃ διεῖλεν αὐτοῖς τὸν βίον. 13 Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν *⸂ἅπαντα⸃ ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. 14 Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς *⸂ἰσχυρὸς⸃ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. 16 Καὶ ἐπεθύμει *⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ⸃ *⸂2ἀπὸ⸃ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 Εἰς ἑαυτὸν δὲ ἐλθὼν *⸂εἶπεν,⸃ Πόσοι μίσθιοι τοῦ πατρός μου *⸂2περισσεύουσιν⸃ ἄρτων, ἐγὼ δὲ *⸂3λιμῷ⸃ ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· 19 *⸋καὶ⸌ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα *⸂ἑαυτοῦ.⸃ Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. 21 Εἶπεν δὲ *⸉αὐτῷ ὁ υἱός,⸊ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, *⸋καὶ⸌ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. *⸆ 22 Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, *⸆ Ἐξενέγκατε *⸋τὴν⸌ στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· 23 καὶ *⸂ἐνέγκαντες⸃ τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· *⸋καὶ⸌ *⸉ἀπολωλὼς ἦν,⸊ καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. 25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν. 26 Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, *⸆ ἐπυνθάνετο τί *⸆2 εἴη ταῦτα. 27 Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ *⸂οὖν⸃ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί, *⸆ Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. 30 Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ *⸆ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ *⸂τὸν μόσχον τὸν σιτευτόν.⸃ 31 Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. 32 Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος *⸂νεκρὸς ἦν, καὶ *⸂2ἀνέζησεν·⸃ καὶ ἀπολωλὼς ἦν,⸃ καὶ εὑρέθη.
* 15:1 ⸉ ἐγγίζοντες αὐτῷ RP f 35 TR ¦ αὐτῷ ἐγγίζοντες TNT2 WH NA NIV SBL * 15:2 ⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 15:4 ⸂ ἀπολέσας RP f 35 TR WH NA NIV SBL ¦ ἀπολέσῃ TNT2 * 15:4 ⸉ ἓν ἐξ αὐτῶν RP f 35 TR ¦ ἐξ αὐτῶν ἓν TNT2 WH NA NIV SBL * 15:5 ⸂ ἑαυτοῦ RP TR ¦ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL * 15:7 ⸉ ἔσται ἐν τῷ οὐρανῷ RP f 35 TR TNT2 ¦ ἐν τῷ οὐρανῷ ἔσται WH NA NIV SBL * 15:8 ⸂ ὅτου RP f 35 TR ¦ οὗ TNT2 WH NA NIV SBL * 15:9 ⸂ συγκαλεῖται RP f 35 TR TNT2 ¦ συνκαλεῖ WH ¦ συγκαλεῖ NA NIV SBL * 15:9 ⸂2 τὰς φίλας καὶ τὰς γείτονας RP f 35 TR ¦ τὰς φίλας καὶ γείτονας TNT2 WH NA NIV SBL * 15:10 ⸉ χαρὰ γίνεται RP f 35 TR ¦ γίνεται χαρὰ TNT2 WH NA NIV SBL * 15:12 ⸂ Καὶ RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL * 15:13 ⸂ ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL * 15:14 ⸂ ἰσχυρὸς RP f 35 TR ¦ ἰσχυρὰ TNT2 WH NA NIV SBL * 15:16 ⸂ γεμίσαι τὴν κοιλίαν αὐτοῦ RP f 35 TR TNT2 NA25 NIV SBL ¦ χορτασθῆναι WH NA27+28 * 15:16 ⸂2 ἀπὸ RP f 35 TR TNT2 SBL ¦ ἐκ WH NA NIV * 15:17 ⸂ εἶπεν RP f 35 TNT2 ¦ εἶπε TR ¦ ἔφη WH NA NIV SBL * 15:17 ⸂2 περισσεύουσιν RP f 35 TR ¦ περισσεύονται TNT2 WH NA NIV SBL * 15:17 ⸂3 λιμῷ RP f 35 TR ¦ ὧδε λιμῷ TNT2 ¦ λιμῷ ὧδε WH NA NIV SBL * 15:19 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:20 ⸂ ἑαυτοῦ f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ RP TNT2 * 15:21 ⸉ αὐτῷ ὁ υἱός RP f 35 TR TNT2 ¦ ὁ υἱὸς αὐτῷ WH NA NIV SBL * 15:21 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:21 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. WH * 15:22 ⸆ – RP f 35 TR ¦ Ταχὺ TNT2 WH NA NIV SBL * 15:22 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:23 ⸂ ἐνέγκαντες RP f 35 TR ¦ φέρετε TNT2 WH NA NIV SBL * 15:24 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:24 ⸉ ἀπολωλὼς ἦν RP f 35 TR ¦ ἦν ἀπολωλὼς TNT2 WH NA NIV SBL * 15:26 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ TR * 15:26 ⸆2 – RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL * 15:28 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 15:29 ⸆ – RP f 35 TR NA25 ¦ αὐτοῦ TNT2 WH NA27+28 NIV SBL * 15:30 ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ τῶν TNT2 * 15:30 ⸂ τὸν μόσχον τὸν σιτευτόν RP f 35 TR ¦ τὸν σιτευτὸν μόσχον TNT2 WH NA NIV SBL * 15:32 ⸂ νεκρὸς ἦν … καὶ ἀπολωλὼς ἦν RP f 35 TR ¦ νεκρὸς ἦν … καὶ ἀπολωλὼς TNT2 WH NA NIV SBL * 15:32 ⸂2 ἀνέζησεν RP f 35 NIV73 ¦ ἀνέζησε TR ¦ ἔζησεν TNT2 WH NA NIV11 SBL