7
1 *⸂Ἐπεὶ δὲ⸃ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος. 3 Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτόν, ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4 Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ *⸂παρέξει⸃ τοῦτο· 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. 6 Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν *⸋πρὸς αὐτὸν⸌ *⸉ὁ ἑκατόνταρχος φίλους,⸊ λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ *⸉2εἰμι ἱκανὸς⸊ ἵνα *⸉3μου ὑπὸ τὴν στέγην⸊ εἰσέλθῃς· 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ *⸂ἰαθήσεται⸃ ὁ παῖς μου. 8 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 9 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, Λέγω ὑμῖν, *⸂οὔτε⸃ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 Καὶ ὑποστρέψαντες *⸉οἱ πεμφθέντες εἰς τὸν οἶκον⸊ εὗρον τὸν *⸋ἀσθενοῦντα⸌ δοῦλον ὑγιαίνοντα.
11 Καὶ ἐγένετο ἐν *⸂τῷ⸃ ἑξῆς, *⸂2ἐπορεύετο⸃ εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ *⸋ἱκανοί,⸌ καὶ ὄχλος πολύς. 12 Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, *⸉υἱὸς μονογενὴς⸊ τῇ μητρὶ αὐτοῦ, καὶ *⸂αὐτὴ⸃ *⸆ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς *⸆2 σὺν αὐτῇ. 13 Καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε. 14 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 Ἔλαβεν δὲ φόβος *⸂πάντας,⸃ καὶ ἐδόξαζον τὸν θεόν, λέγοντες ὅτι Προφήτης μέγας *⸂2ἐγήγερται⸃ ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ *⸋ἐν⸌ πάσῃ τῇ περιχώρῳ.
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. 19 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς *⸂τὸν Ἰησοῦν,⸃ λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ *⸂2ἄλλον⸃ προσδοκῶμεν; 20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, Ἰωάννης ὁ βαπτιστὴς *⸂ἀπέσταλκεν⸃ ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; 21 Ἐν *⸂αὐτῇ⸃ *⸋δὲ⸌ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο *⸋2τὸ⸌ βλέπειν. 22 Καὶ ἀποκριθεὶς *⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· *⸋2ὅτι⸌ τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, *⸆ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν *⸂τοῖς ὄχλοις⸃ περὶ Ἰωάννου, Τί *⸂2ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 Ἀλλὰ τί ἐξεληλύθατε⸃ ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 Οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, *⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 Λέγω *⸋γὰρ⸌ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν *⸋2προφήτης⸌ Ἰωάννου *⸋3τοῦ βαπτιστοῦ⸌ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29 Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ. 31 *⸆ Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, *⸂καὶ λέγουσιν,⸃ Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν *⸋ὑμῖν,⸌ καὶ οὐκ ἐκλαύσατε. 33 Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς *⸂μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων,⸃ καὶ λέγετε, Δαιμόνιον ἔχει· 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, *⸉φίλος τελωνῶν⸊ καὶ ἁμαρτωλῶν. 35 Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ *⸉τῶν τέκνων αὐτῆς πάντων.⸊
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς *⸂τὴν οἰκίαν⸃ τοῦ Φαρισαίου *⸂2ἀνεκλίθη.⸃ 37 Καὶ ἰδού, γυνὴ *⸉ἐν τῇ πόλει, ἥτις ἦν⸊ ἁμαρτωλός, *⸆ ἐπιγνοῦσα ὅτι *⸂ἀνάκειται⸃ ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, 38 καὶ στᾶσα *⸉παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω⸊ κλαίουσα, *⸉2ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν,⸊ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ. 39 Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν *⸆ προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ *⸉φησιν, Διδάσκαλε, εἰπέ.⸊ 41 Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινί· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 Μὴ ἐχόντων *⸋δὲ⸌ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, *⸋2εἰπέ,⸌ πλεῖον *⸉αὐτὸν ἀγαπήσει;⸊ 43 Ἀποκριθεὶς *⸋δὲ⸌ *⸋2ὁ⸌ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας. 44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ *⸂ἐπὶ τοὺς πόδας μου⸃ οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν *⸋τῆς κεφαλῆς⸌ αὐτῆς ἐξέμαξεν. 45 Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ᾽ ἧς εἰσῆλθον, οὐ *⸂διέλιπεν⸃ καταφιλοῦσά μου τοὺς πόδας. 46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέν *⸉μου τοὺς πόδας.⸊ 47 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 Εἶπεν δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
* 7:1 ⸂ Ἐπεὶ δὲ RP f 35 TR ¦ Ἐπειδὴ TNT2 WH NA NIV SBL * 7:4 ⸂ παρέξει RP f 35 TR ¦ παρέξῃ TNT2 WH NA NIV SBL * 7:6 ⸋ πρὸς αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:6 ⸉ ὁ ἑκατόνταρχος φίλους RP f 35 TR ¦ φίλους ὁ ἑκατόνταρχος TNT2 ¦ φίλους ὁ ἑκατοντάρχης WH NA NIV SBL * 7:6 ⸉2 εἰμι ἱκανὸς RP f 35 TR ¦ ἱκανὸς εἰμι TNT2 WH NA NIV SBL * 7:6 ⸉3 μου ὑπὸ τὴν στέγην f 35 ¦ ὑπὸ τὴν στέγην μου RP TR TNT2 WH NA NIV SBL * 7:7 ⸂ ἰαθήσεται RP f 35 TR ¦ ἰαθήτω TNT2 WH NA NIV SBL * 7:9 ⸂ οὔτε RP ¦ οὐδὲ f 35 TR TNT2 WH NA NIV SBL * 7:10 ⸉ οἱ πεμφθέντες εἰς τὸν οἶκον RP f 35 TR ¦ εἰς τὸν οἶκον οἱ πεμφθέντες TNT2 WH NA NIV SBL * 7:10 ⸋ ἀσθενοῦντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:11 ⸂ τῷ RP TNT2 WH NA NIV SBL ¦ τῇ f 35 TR * 7:11 ⸂2 ἐπορεύετο RP f 35 TR TNT2 ¦ ἐπορεύθη WH NA NIV SBL * 7:11 ⸋ ἱκανοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:12 ⸉ υἱὸς μονογενὴς RP f 35 TR ¦ μονογενὴς υἱὸς TNT2 WH NA NIV SBL * 7:12 ⸂ αὐτὴ RP f 35 TR WH NA27+28 NIV SBL ¦ αὕτη TNT2 NA25 * 7:12 ⸆ – RP f 35 ¦ ἦν TR TNT2 WH NA NIV SBL * 7:12 ⸆2 – RP f 35 TR ¦ ἦν TNT2 WH NA NIV SBL * 7:16 ⸂ πάντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαντας TR * 7:16 ⸂2 ἐγήγερται RP f 35 TR ¦ ἠγέρθη TNT2 WH NA NIV SBL * 7:17 ⸋ ἐν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:19 ⸂ τὸν Ἰησοῦν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL * 7:19 ⸂2 ἄλλον RP f 35 TR NA NIV SBL ¦ ἕτερον TNT2 WH * 7:20 ⸂ ἀπέσταλκεν RP f 35 TR TNT2 ¦ ἀπέστειλεν WH NA NIV SBL * 7:21 ⸂ αὐτῇ RP f 35 TR ¦ ἐκείνῃ TNT2 WH NA NIV SBL * 7:21 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:21 ⸋2 τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:22 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:22 ⸋2 ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:22 ⸆ – RP f 35 TR TNT2 SBL ¦ καὶ WH NA NIV * 7:24 ⸂ τοῖς ὄχλοις RP f 35 ¦ πρὸς τοὺς ὄχλους TR TNT2 WH NA NIV SBL * 7:24 ⸂2 ἐξεληλύθατε … ἐξεληλύθατε … ἐξεληλύθατε RP f 35 TR ¦ ἐξήλθατε … ἐξήλθατε … ἐξήλθατε TNT2 WH NA NIV SBL * 7:27 ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:28 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:28 ⸋2 προφήτης RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:28 ⸋3 τοῦ βαπτιστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:31 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Εἶπε δὲ ὁ κύριος TR * 7:32 ⸂ καὶ λέγουσιν RP f 35 TR ¦ λέγοντες TNT2 ¦ ἃ λέγει WH NA NIV SBL * 7:32 ⸋ ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:33 ⸂ μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων RP f 35 TR ¦ μήτε ἔσθων ἄρτον μήτε πίνων οἶνον TNT2 ¦ μὴ ἔσθων ἄρτον μήτε πίνων οἶνον WH ¦ μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον NA NIV SBL * 7:34 ⸉ φίλος τελωνῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ τελωνῶν φίλος TR * 7:35 ⸉ τῶν τέκνων αὐτῆς πάντων RP f 35 TR ¦ πάντων τῶν τέκνων αὐτῆς TNT2 WH NA NIV SBL * 7:36 ⸂ τὴν οἰκίαν RP f 35 TR ¦ τὸν οἶκον TNT2 WH NA NIV SBL * 7:36 ⸂2 ἀνεκλίθη RP f 35 TR ¦ κατεκλίθη TNT2 WH NA NIV SBL * 7:37 ⸉ ἐν τῇ πόλει, ἥτις ἦν RP f 35 TR ¦ ἥτις ἦν ἐν τῇ πόλει TNT2 WH NA NIV SBL * 7:37 ⸆ – RP TR ¦ καὶ f 35 TNT2 WH NA NIV SBL * 7:37 ⸂ ἀνάκειται RP f 35 TR ¦ κατάκειται TNT2 WH NA NIV SBL * 7:38 ⸉ παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω RP f 35 TR ¦ ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ TNT2 WH NA NIV SBL * 7:38 ⸉2 ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν RP f 35 ¦ ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι TR ¦ τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ TNT2 WH NA NIV SBL * 7:39 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ WH NA25 * 7:40 ⸉ φησιν, Διδάσκαλε, εἰπέ RP f 35 ¦ φησι, Διδάσκαλε, εἰπέ TR ¦ Διδάσκαλε, εἰπέ, φησιν TNT2 WH NA NIV SBL * 7:42 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:42 ⸋2 εἰπέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:42 ⸉ αὐτὸν ἀγαπήσει RP f 35 TR ¦ ἀγαπήσει αὐτόν TNT2 WH NA NIV SBL * 7:43 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:43 ⸋2 ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:44 ⸂ ἐπὶ τοὺς πόδας μου RP f 35 TR ¦ μοι ἐπὶ πόδας TNT2 WH NA NIV SBL * 7:44 ⸋ τῆς κεφαλῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:45 ⸂ διέλιπεν RP f 35 TNT2 WH NA27+28 NIV SBL ¦ διέλιπε TR ¦ διέλειπεν NA25 * 7:46 ⸉ μου τοὺς πόδας RP f 35 TR ¦ τοὺς πόδας μου TNT2 WH NA NIV SBL