ΚΑΤΑ ΜΑΡΚΟΝ
1
1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ, *⸂υἱοῦ τοῦ θεοῦ.⸃
2 *⸂Ὡς⸃ γέγραπται ἐν *⸂2τοῖς προφήταις,⸃ Ἰδού, *⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου *⸋2ἔμπροσθέν σου.⸌ 3 Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4 Ἐγένετο Ἰωάννης *⸆ βαπτίζων ἐν τῇ ἐρήμῳ, *⸋καὶ⸌ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, *⸉καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ,⸊ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 *⸂Ἦν δὲ⸃ *⸋ὁ⸌ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 7 Καὶ ἐκήρυσσεν, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 Ἐγὼ *⸋μὲν⸌ ἐβάπτισα ὑμᾶς *⸂ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.⸃
9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν *⸆ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη *⸉ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.⸊ 10 Καὶ *⸂εὐθέως⸃ ἀναβαίνων *⸂2ἀπὸ⸃ τοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα *⸂3ὡσεὶ⸃ περιστερὰν καταβαῖνον *⸂4ἐπ᾽⸃ αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν *⸂ᾧ⸃ εὐδόκησα.
12 Καὶ *⸂εὐθὺς⸃ τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 Καὶ ἦν *⸋ἐκεῖ⸌ ἐν τῇ ἐρήμῳ *⸉ἡμέρας τεσσαράκοντα⸊ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14 *⸂Μετὰ δὲ⸃ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον *⸋τῆς βασιλείας⸌ τοῦ θεοῦ, 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16 *⸂Περιπατῶν δὲ⸃ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν *⸂2αὐτοῦ τοῦ Σίμωνος⸃ *⸂3βάλλοντας ἀμφίβληστρον⸃ ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς. 17 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 Καὶ *⸂εὐθέως⸃ ἀφέντες τὰ δίκτυα *⸋αὐτῶν,⸌ ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰς *⸋ἐκεῖθεν⸌ ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. 20 Καὶ *⸂εὐθέως⸃ ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
21 Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ *⸂εὐθέως⸃ τοῖς σάββασιν *⸂2εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκεν.⸃ 22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 Καὶ *⸆ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν, 24 λέγων, *⸋Ἔα,⸌ τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ *⸂κράξαν⸃ φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. 27 Καὶ ἐθαμβήθησαν *⸂πάντες,⸃ ὥστε συζητεῖν *⸋πρὸς⸌ *⸂2ἑαυτούς,⸃ λέγοντας, Τί ἐστιν τοῦτο; *⸂3Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη,⸃ *⸋2ὅτι⸌ κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28 *⸂Ἐξῆλθεν δὲ⸃ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς *⸆ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 Καὶ *⸂εὐθέως⸃ ἐκ τῆς συναγωγῆς *⸂2ἐξελθόντες, ἦλθον⸃ εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 Ἡ δὲ πενθερὰ *⸆ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ *⸂εὐθέως⸃ λέγουσιν αὐτῷ περὶ αὐτῆς· 31 καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς *⸋αὐτῆς·⸌ καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς *⸋2εὐθέως,⸌ καὶ διηκόνει αὐτοῖς.
32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ *⸉ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν⸊ πρὸς τὴν θύραν. 34 Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. *⸆
35 Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθεν, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 Καὶ *⸂κατεδίωξαν⸃ αὐτὸν *⸋ὁ⸌ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ· 37 καὶ *⸂εὑρόντες αὐτὸν⸃ λέγουσιν αὐτῷ ὅτι Πάντες *⸉σε ζητοῦσιν.⸊ 38 Καὶ λέγει αὐτοῖς, Ἄγωμεν *⸆ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ *⸂ἐξελήλυθα.⸃ 39 Καὶ *⸂ἦν⸃ κηρύσσων *⸂2ἐν ταῖς συναγωγαῖς⸃ αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν *⸋αὐτόν,⸌ *⸋2καὶ⸌ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 41 *⸂Ὁ δὲ Ἰησοῦς⸃ *⸂2σπλαγχνισθείς,⸃ ἐκτείνας τὴν χεῖρα, *⸉ἥψατο αὐτοῦ,⸊ καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. 42 Καὶ *⸋εἰπόντος αὐτοῦ⸌ *⸂εὐθέως⸃ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 Καὶ ἐμβριμησάμενος αὐτῷ, *⸂εὐθέως⸃ ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ, Ὅρα, μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ *⸂προσένεγκε⸃ περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. 45 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω *⸂ἐν⸃ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν *⸂2πανταχόθεν.⸃
* 1:1 ⸂ υἱοῦ τοῦ θεοῦ RP f 35 TR ¦ υἱοῦ θεοῦ TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 1:2 ⸂ Ὡς RP f 35 TR ¦ Καθὼς TNT2 WH NA NIV SBL * 1:2 ⸂2 τοῖς προφήταις RP f 35 TR ¦ τῷ Ἠσαΐᾳ τῷ προφήτῃ TNT2 WH NA NIV SBL * 1:2 ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:2 ⸋2 ἔμπροσθέν σου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:4 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 1:4 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 1:5 ⸉ καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ RP f 35 TR ¦ πάντες, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ TNT2 WH NA NIV SBL * 1:6 ⸂ Ἦν δὲ RP f 35 TR ¦ Καὶ ἦν TNT2 WH NA NIV SBL * 1:6 ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 1:8 ⸋ μὲν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:8 ⸂ ἐν ὕδατι … ἐν πνεύματι ἁγίῳ RP f 35 TR TNT2 ¦ ὕδατι … πνεύματι ἁγίῳ WH NA25 ¦ ὕδατι … ἐν πνεύματι ἁγίῳ NA27+28 NIV SBL * 1:9 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ὁ f 35 * 1:9 ⸉ ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην RP f 35 TR ¦ εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου TNT2 NA NIV SBL ¦ εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάνου WH * 1:10 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:10 ⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL * 1:10 ⸂3 ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL * 1:10 ⸂4 ἐπ᾽ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 1:11 ⸂ ᾧ RP f 35 TR ¦ σοὶ TNT2 WH NA NIV SBL * 1:12 ⸂ εὐθὺς RP TR TNT2 WH NA NIV SBL ¦ εὐθέως f 35 * 1:13 ⸋ ἐκεῖ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:13 ⸉ ἡμέρας τεσσαράκοντα RP f 35 TR ¦ τεσσεράκοντα ἡμέρας TNT2 WH NA NIV SBL * 1:14 ⸂ Μετὰ δὲ RP f 35 TR NA27+28 NIV ¦ Καὶ μετὰ TNT2 WH NA25 SBL * 1:14 ⸋ τῆς βασιλείας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:16 ⸂ Περιπατῶν δὲ RP f 35 TR ¦ Καὶ παράγων TNT2 WH NA NIV SBL * 1:16 ⸂2 αὐτοῦ τοῦ Σίμωνος RP f 35 ¦ αὐτοῦ TR ¦ Σίμωνος TNT2 WH NA NIV SBL * 1:16 ⸂3 βάλλοντας ἀμφίβληστρον RP f 35 TR ¦ ἀμφιβάλλοντας TNT2 WH NA NIV SBL * 1:18 ⸂ εὐθέως RP f 35 TR TNT2 ¦ εὐθὺς WH NA NIV SBL * 1:18 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:19 ⸋ ἐκεῖθεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:20 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:21 ⸂ εὐθέως RP f 35 TR TNT2 ¦ εὐθὺς WH NA NIV SBL * 1:21 ⸂2 εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκεν RP f 35 TNT2 WH NA NIV ¦ εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκε TR ¦ ἐδίδασκεν εἰς τὴν συναγωγήν SBL * 1:23 ⸆ – RP f 35 TR TNT2 ¦ εὐθὺς WH NA NIV SBL * 1:24 ⸋ Ἔα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:26 ⸂ κράξαν RP f 35 TR ¦ φωνῆσαν TNT2 WH NA NIV SBL * 1:27 ⸂ πάντες RP f 35 TR ¦ ἅπαντες TNT2 WH NA NIV SBL * 1:27 ⸋ πρὸς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 1:27 ⸂2 ἑαυτούς RP f 35 TNT2 NA27+28 NIV SBL ¦ αὐτούς TR WH NA25 * 1:27 ⸂3 Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη RP f 35 TR ¦ Διδαχὴ καινή TNT2 WH NA NIV SBL * 1:27 ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:28 ⸂ Ἐξῆλθεν δὲ RP f 35 ¦ Ἐξῆλθε δὲ TR ¦ Καὶ ἐξῆλθεν TNT2 WH NA NIV SBL * 1:28 ⸆ – RP f 35 TR ¦ πανταχοῦ TNT2 WH NA NIV SBL * 1:29 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:29 ⸂2 ἐξελθόντες, ἦλθον RP f 35 TR NA NIV SBL ¦ ἐξελθὼν, ἦλθεν TNT2 ¦ ἐξελθόντες, ἦλθαν WH * 1:30 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ f 35 * 1:30 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:31 ⸋ αὐτῆς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 1:31 ⸋2 εὐθέως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:33 ⸉ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP f 35 TR ¦ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη TNT2 WH NA NIV SBL * 1:34 ⸆ – RP TR TNT2 NA NIV SBL ¦ χριστὸν εἶναι f 35 WH * 1:36 ⸂ κατεδίωξαν RP f 35 TR TNT2 ¦ κατεδίωξεν WH NA NIV SBL * 1:36 ⸋ ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 1:37 ⸂ εὑρόντες αὐτὸν RP f 35 TR ¦ εὗρον αὐτὸν καὶ TNT2 WH NA NIV SBL * 1:37 ⸉ σε ζητοῦσιν RP f 35 ¦ ζητοῦσι σε TR ¦ ζητοῦσιν σε TNT2 WH NA NIV SBL * 1:38 ⸆ – RP f 35 TR ¦ ἀλλαχοῦ TNT2 WH NA NIV SBL * 1:38 ⸂ ἐξελήλυθα RP TR ¦ ἐλήλυθα f 35 ¦ ἐξῆλθον TNT2 WH NA NIV SBL * 1:39 ⸂ ἦν RP f 35 TR ¦ ἦλθεν TNT2 WH NA NIV SBL * 1:39 ⸂2 ἐν ταῖς συναγωγαῖς RP f 35 TR ¦ εἰς τὰς συναγωγὰς TNT2 WH NA NIV SBL * 1:40 ⸋ αὐτόν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 1:40 ⸋2 καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 1:41 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 1:41 ⸂2 σπλαγχνισθείς RP f 35 TR TNT2 WH NA NIV73 ¦ ὀργισθεὶς NIV11 SBL * 1:41 ⸉ ἥψατο αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ ἥψατο TNT2 WH NA NIV SBL * 1:42 ⸋ εἰπόντος αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:42 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:43 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:44 ⸂ προσένεγκε RP TR TNT2 WH NA NIV SBL ¦ προσένεγκαι f 35 * 1:45 ⸂ ἐν RP f 35 TR ¦ ἐπ᾽ TNT2 WH NA NIV SBL * 1:45 ⸂2 πανταχόθεν RP f 35 TR ¦ πάντοθεν TNT2 WH NA NIV SBL