5
1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν *⸂Γαδαρηνῶν.⸃ 2 Καὶ *⸂ἐξελθόντι αὐτῷ⸃ ἐκ τοῦ πλοίου, *⸂2εὐθέως⸃ *⸂3ἀπήντησεν⸃ αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3 ὃς τὴν *⸂κατοίκησιν⸃ εἶχεν ἐν τοῖς *⸂2μνήμασιν·⸃ καὶ *⸂3οὔτε⸃ *⸂4ἁλύσεσιν⸃ *⸆ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς *⸂αὐτὸν ἴσχυεν⸃ δαμάσαι· 5 καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς *⸉ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν⸊ ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6 *⸂Ἰδὼν δὲ⸃ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν *⸂2αὐτῷ,⸃ 7 καὶ κράξας φωνῇ μεγάλῃ *⸂εἶπεν,⸃ Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. 8 Ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. 9 Καὶ ἐπηρώτα αὐτόν, Τί *⸉σοι ὄνομα;⸊ Καὶ *⸂ἀπεκρίθη, λέγων,⸃ *⸆ Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10 Καὶ παρεκάλει αὐτὸν πολλά, ἵνα μὴ *⸂αὐτοὺς⸃ ἀποστείλῃ ἔξω τῆς χώρας. 11 Ἦν δὲ ἐκεῖ πρὸς *⸂τῷ ὄρει⸃ ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν αὐτὸν *⸋πάντες οἱ δαίμονες,⸌ λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 Καὶ ἐπέτρεψεν αὐτοῖς *⸋εὐθέως ὁ Ἰησοῦς.⸌ Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· *⸋2ἦσαν δὲ⸌ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 *⸂Οἱ δὲ⸃ βόσκοντες *⸂2τοὺς χοίρους⸃ ἔφυγον, καὶ *⸂3ἀνήγγειλαν⸃ εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ *⸂4ἐξῆλθον⸃ ἰδεῖν τί ἐστιν τὸ γεγονός· 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον *⸋καὶ⸌ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν. 16 *⸂Διηγήσαντο δὲ⸃ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17 Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 Καὶ *⸂ἐμβάντος⸃ αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα *⸉ᾖ μετ᾽ αὐτοῦ.⸊ 19 *⸂Ὁ δὲ Ἰησοῦς⸃ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ *⸂2ἀνάγγειλον⸃ αὐτοῖς ὅσα *⸂3σοι ὁ κύριος πεποίηκεν,⸃ καὶ ἠλέησέν σε. 20 Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 Καὶ *⸋ἰδού,⸌ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, 23 καὶ *⸂παρεκάλει⸃ αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς *⸉αὐτῇ τὰς χεῖρας,⸊ *⸂2ὅπως⸃ σωθῇ καὶ *⸂3ζήσεται.⸃ 24 Καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25 Καὶ γυνή *⸋τις⸌ οὖσα ἐν ῥύσει αἵματος *⸉ἔτη δώδεκα,⸊ 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽ *⸂αὐτῆς⸃ πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα *⸆ περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγεν γὰρ ὅτι *⸂Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι,⸃ σωθήσομαι. 29 Καὶ *⸂εὐθέως⸃ ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 Καὶ *⸂εὐθέως⸃ ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγεν, Τίς μου ἥψατο τῶν ἱματίων; 31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; 32 Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν *⸋ἐπ᾽⸌ αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 Ὁ δὲ εἶπεν αὐτῇ, *⸂Θύγατερ,⸃ ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36 Ὁ δὲ Ἰησοῦς *⸋εὐθέως⸌ *⸂ἀκούσας⸃ τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε. 37 Καὶ οὐκ ἀφῆκεν οὐδένα *⸂αὐτῷ⸃ συνακολουθῆσαι, εἰ μὴ *⸆ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 Καὶ *⸂ἔρχεται⸃ εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, *⸆ κλαίοντας καὶ ἀλαλάζοντας πολλά. 39 Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 40 Καὶ κατεγέλων αὐτοῦ. *⸂Ὁ⸃ δέ, ἐκβαλὼν *⸂2πάντας,⸃ παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον *⸋ἀνακείμενον.⸌ 41 Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι· ὅ ἐστιν μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, *⸂ἔγειραι.⸃ 42 Καὶ *⸂εὐθέως⸃ ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν *⸆ ἐκστάσει μεγάλῃ. 43 Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
* 5:1 ⸂ Γαδαρηνῶν RP f 35 TR ¦ Γερασηνῶν TNT2 WH NA NIV SBL * 5:2 ⸂ ἐξελθόντι αὐτῷ RP f 35 TR ¦ ἐξελθόντος αὐτοῦ TNT2 WH NA NIV SBL * 5:2 ⸂2 εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 5:2 ⸂3 ἀπήντησεν RP f 35 TR ¦ ὑπήντησεν TNT2 WH NA NIV SBL * 5:3 ⸂ κατοίκησιν RP TR TNT2 WH NA NIV SBL ¦ οίκησιν f 35 * 5:3 ⸂2 μνήμασιν RP f 35 TNT2 WH NA NIV SBL ¦ μνήμείοις TR * 5:3 ⸂3 οὔτε RP f 35 TR ¦ οὐδὲ TNT2 WH NA NIV SBL * 5:3 ⸂4 ἁλύσεσιν RP f 35 TR ¦ ἁλύσει TNT2 WH NA NIV SBL * 5:3 ⸆ – RP f 35 TR ¦ οὐκέτι TNT2 WH NA NIV SBL * 5:4 ⸂ αὐτὸν ἴσχυεν RP ¦ αὐτὸν ἴσχυσεν f 35 ¦ αὐτὸν ἴσχυε TR ¦ ἴσχυεν αὐτὸν TNT2 WH NA NIV SBL * 5:5 ⸉ ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP ¦ μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν f 35 TNT2 WH NA NIV SBL ¦ ὄρεσι καὶ ἐν τοῖς μνήμασιν TR * 5:6 ⸂ Ἰδὼν δὲ RP f 35 TR ¦ Καὶ ἰδὼν TNT2 WH NA NIV SBL * 5:6 ⸂2 αὐτῷ RP f 35 TR TNT2 NA27+28 NIV ¦ αὐτόν WH NA25 SBL * 5:7 ⸂ εἶπεν RP f 35 ¦ εἶπε TR ¦ λέγει TNT2 WH NA NIV SBL * 5:9 ⸉ σοι ὄνομα RP f 35 TR ¦ ὄνομά σοι TNT2 WH NA NIV SBL * 5:9 ⸂ ἀπεκρίθη λέγων RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL * 5:9 ⸆ – RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 5:10 ⸂ αὐτοὺς RP f 35 TR ¦ αὐτὰ TNT2 WH NA NIV SBL * 5:11 ⸂ τῷ ὄρει RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ ὄρη TR * 5:12 ⸋ πάντες οἱ δαίμονες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:13 ⸋ εὐθέως ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:13 ⸋2 ἦσαν δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:14 ⸂ Οἱ δὲ RP f 35 TR ¦ Καὶ οἱ TNT2 WH NA NIV SBL * 5:14 ⸂2 τοὺς χοίρους RP f 35 TR ¦ αὐτοὺς TNT2 WH NA NIV SBL * 5:14 ⸂3 ἀνήγγειλαν RP f 35 TR ¦ ἀπήγγειλαν TNT2 WH NA NIV SBL * 5:14 ⸂4 ἐξῆλθον RP f 35 TR ¦ ἦλθον TNT2 WH NA NIV SBL * 5:15 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:16 ⸂ Διηγήσαντο δὲ RP f 35 ¦ Καὶ διηγήσαντο TR TNT2 WH NA NIV SBL * 5:18 ⸂ ἐμβάντος RP f 35 TR ¦ ἐμβαίνοντος TNT2 WH NA NIV SBL * 5:18 ⸉ ᾖ μετ᾽ αὐτοῦ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ ᾖ TNT2 WH NA NIV SBL * 5:19 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 5:19 ⸂2 ἀνάγγειλον RP f 35 TR ¦ ἀπάγγειλον TNT2 WH NA NIV SBL * 5:19 ⸂3 σοι ὁ κύριος πεποίηκεν RP f 35 ¦ σοι ὁ κύριος ἐποίησε TR ¦ ὁ κύριός σοι πεποίηκεν TNT2 WH NA NIV SBL * 5:22 ⸋ ἰδού RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:23 ⸂ παρεκάλει RP f 35 TR ¦ παρακαλεῖ TNT2 WH NA NIV SBL * 5:23 ⸉ αὐτῇ τὰς χεῖρας RP f 35 TR ¦ τὰς χεῖρας αὐτῇ TNT2 WH NA NIV SBL * 5:23 ⸂2 ὅπως RP f 35 TR ¦ ἵνα TNT2 WH NA NIV SBL * 5:23 ⸂3 ζήσεται RP f 35 TR ¦ ζήσῃ TNT2 WH NA NIV SBL * 5:25 ⸋ τις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:25 ⸉ ἔτη δώδεκα RP f 35 TR TNT2 ¦ δώδεκα ἔτη WH NA NIV SBL * 5:26 ⸂ αὐτῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἑαυτῆς TR * 5:27 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τὰ WH NA25 * 5:28 ⸂ Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι RP f 35 TR TNT2 ¦ Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ WH NA NIV SBL * 5:29 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 5:30 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 5:33 ⸋ ἐπ᾽ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:34 ⸂ Θύγατερ RP f 35 TR ¦ Θυγάτηρ TNT2 WH NA NIV SBL * 5:36 ⸋ εὐθέως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:36 ⸂ ἀκούσας RP f 35 TR ¦ παρακούσας TNT2 WH NA NIV SBL * 5:37 ⸂ αὐτῷ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL * 5:37 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL * 5:38 ⸂ ἔρχεται RP f 35 TR ¦ ἔρχονται TNT2 WH NA NIV SBL * 5:38 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 5:40 ⸂ Ὁ RP f 35 TR ¦ Αὐτὸς TNT2 WH NA NIV SBL * 5:40 ⸂2 πάντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαντας TR * 5:40 ⸋ ἀνακείμενον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:41 ⸂ ἔγειραι RP f 35 TR ¦ ἔγειρε TNT2 WH NA NIV SBL * 5:42 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 5:42 ⸆ – RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL