8
1 Ἐν ἐκείναις ταῖς ἡμέραις, *⸂παμπόλλου⸃ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος *⸋ὁ Ἰησοῦς⸌ τοὺς μαθητὰς *⸋2αὐτοῦ⸌ λέγει αὐτοῖς, 2 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον· ὅτι ἤδη *⸂ἡμέραι⸃ τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· 3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· *⸂τινὲς γὰρ⸃ αὐτῶν *⸆ μακρόθεν *⸂2ἥκουσιν.⸃ 4 Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, *⸆ Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας; 5 Καὶ *⸂ἐπηρώτα⸃ αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ εἶπον, Ἑπτά. 6 Καὶ *⸂παρήγγειλεν⸃ τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, *⸆ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα *⸂2παραθῶσιν·⸃ καὶ παρέθηκαν τῷ ὄχλῳ. 7 Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας *⸆ εἶπεν *⸂παραθεῖναι καὶ αὐτά.⸃ 8 *⸂Ἔφαγον δέ,⸃ καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9 Ἦσαν δὲ *⸋οἱ φαγόντες⸌ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10 Καὶ *⸂εὐθέως⸃ ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη *⸂σημεῖον ἐπιζητεῖ;⸃ Ἀμὴν λέγω *⸋ὑμῖν,⸌ εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 Καὶ ἀφεὶς αὐτούς, *⸉ἐμβὰς πάλιν⸊ *⸂εἰς πλοῖον,⸃ ἀπῆλθεν εἰς τὸ πέραν.
14 Καὶ ἐπελάθοντο *⸆ λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 Καὶ διελογίζοντο πρὸς ἀλλήλους, *⸋λέγοντες⸌ ὅτι Ἄρτους οὐκ *⸂ἔχομεν.⸃ 17 Καὶ γνοὺς *⸋ὁ Ἰησοῦς⸌ λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; *⸋2Ἔτι⸌ πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; 19 Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους *⸉πλήρεις κλασμάτων⸊ ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα. 20 Ὅτε *⸂δὲ⸃ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; *⸂2Οἱ δὲ⸃ *⸂3εἶπον,⸃ *⸆ Ἑπτά. 21 Καὶ *⸂ἔλεγεν⸃ αὐτοῖς, *⸂2Πῶς οὐ⸃ συνίετε;
22 Καὶ *⸂ἔρχεται⸃ εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, *⸂ἐξήγαγεν⸃ αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι *⸂2βλέπει.⸃ 24 Καὶ ἀναβλέψας ἔλεγεν, Βλέπω τοὺς ἀνθρώπους *⸂ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.⸃ 25 Εἶτα πάλιν *⸂ἐπέθηκεν⸃ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ *⸂2ἐποίησεν αὐτὸν ἀναβλέψαι.⸃ *⸂3Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψεν⸃ τηλαυγῶς *⸂4ἅπαντας.⸃ 26 Καὶ ἀπέστειλεν αὐτὸν εἰς *⸋τὸν⸌ οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, *⸋2μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.⸌
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 *⸂Οἱ δὲ *⸂2ἀπεκρίθησαν,⸃ Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ⸃ *⸂3ἕνα⸃ τῶν προφητῶν. 29 Καὶ αὐτὸς *⸂λέγει αὐτοῖς,⸃ Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς *⸋δὲ⸌ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός. 30 Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. 31 Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι *⸂ἀπὸ⸃ *⸂2τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων,⸃ καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος *⸉αὐτὸν ὁ Πέτρος⸊ ἤρξατο ἐπιτιμᾷν αὐτῷ. 33 Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν *⸋τῷ⸌ Πέτρῳ, *⸂λέγων,⸃ Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, *⸂Ὅστις⸃ θέλει ὀπίσω μου *⸂2ἀκολουθεῖν,⸃ ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 Ὃς γὰρ *⸂ἂν⸃ θέλῃ τὴν *⸂2ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν *⸂3ἀπολέσῃ⸃ τὴν ἑαυτοῦ ψυχὴν⸃ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, *⸋οὗτος⸌ σώσει αὐτήν. 36 Τί γὰρ *⸂ὠφελήσει⸃ *⸆ ἄνθρωπον, *⸂2ἐὰν κερδήσῃ⸃ τὸν κόσμον ὅλον, καὶ *⸂3ζημιωθῇ⸃ τὴν ψυχὴν αὐτοῦ; 37 *⸂Ἢ τί⸃ *⸂2δώσει⸃ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 Ὃς γὰρ *⸂ἐὰν⸃ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
* 8:1 ⸂ παμπόλλου RP f 35 TR ¦ πάλιν πολλοῦ TNT2 WH NA NIV SBL * 8:1 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:1 ⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:2 ⸂ ἡμέραι RP TNT2 WH NA NIV SBL ¦ ἡμέρας f 35 TR * 8:3 ⸂ τινὲς γὰρ RP f 35 TR ¦ καί τινες TNT2 WH NA NIV SBL * 8:3 ⸆ – RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL * 8:3 ⸂2 ἥκουσιν RP f 35 ¦ ἥκασι TR ¦ ἥκασιν TNT2 NA27+28 NIV SBL ¦ εἰσίν WH NA25 * 8:4 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 8:5 ⸂ ἐπηρώτα RP f 35 TR ¦ ἠρώτα TNT2 WH NA NIV SBL * 8:6 ⸂ παρήγγειλεν RP f 35 ¦ παρήγγειλε TR ¦ παραγγέλλει TNT2 WH NA NIV SBL * 8:6 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35 * 8:6 ⸂2 παραθῶσιν RP f 35 ¦ παραθῶσι TR ¦ παρατιθῶσιν TNT2 WH NA NIV SBL * 8:7 ⸆ – RP f 35 TR ¦ αὐτὰ TNT2 WH NA NIV SBL * 8:7 ⸂ παραθεῖναι καὶ αὐτά RP f 35 TR ¦ καὶ ταῦτα παρατιθέναι TNT2 WH NA NIV SBL * 8:8 ⸂ Ἔφαγον δέ RP f 35 TR ¦ Καὶ ἔφαγον TNT2 WH NA NIV SBL * 8:9 ⸋ οἱ φαγόντες RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 8:10 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 8:12 ⸂ σημεῖον ἐπιζητεῖ RP f 35 TR ¦ ζητεῖ σημεῖον TNT2 WH NA NIV SBL * 8:12 ⸋ ὑμῖν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 8:13 ⸉ ἐμβὰς πάλιν RP f 35 TR NIV73 ¦ πάλιν ἐμβὰς TNT2 WH NA NIV11 SBL * 8:13 ⸂ εἰς πλοῖον RP f 35 TNT2 ¦ εἰς τὸ πλοῖον TR NIV73 ¦ – WH NA NIV11 SBL * 8:14 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ οἱ μαθηταὶ αὐτοῦ f 35 * 8:16 ⸋ λέγοντες RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 8:16 ⸂ ἔχομεν RP f 35 TR NIV ¦ ἔχουσιν TNT2 WH NA SBL * 8:17 ⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NIV ¦ – WH NA SBL * 8:17 ⸋2 Ἔτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:19 ⸉ πλήρεις κλασμάτων RP f 35 TR ¦ κλασμάτων πλήρεις TNT2 WH NA NIV SBL * 8:20 ⸂ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV11 ¦ καὶ NIV73 SBL * 8:20 ⸂2 Οἱ δὲ RP f 35 TR TNT2 ¦ Καὶ WH NA NIV SBL * 8:20 ⸂3 εἶπον RP f 35 TR TNT2 ¦ λέγουσιν WH NA NIV SBL * 8:20 ⸆ – RP f 35 TR TNT2 NA25 NIV11 ¦ αὐτῷ WH NA27+28 NIV73 SBL * 8:21 ⸂ ἔλεγεν RP TR TNT2 WH NA NIV SBL ¦ λέγει f 35 * 8:21 ⸂2 Πῶς οὐ RP TR ¦ Πῶς οὔπω f 35 TNT2 ¦ Οὔπω WH NA NIV SBL * 8:22 ⸂ ἔρχεται RP f 35 TR ¦ ἔρχονται TNT2 WH NA NIV SBL * 8:23 ⸂ ἐξήγαγεν RP f 35 TR ¦ ἐξήνεγκεν TNT2 WH NA NIV SBL * 8:23 ⸂2 βλέπει RP f 35 TR TNT2 ¦ βλέπεις WH NA NIV SBL * 8:24 ⸂ ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡς δένδρα περιπατοῦντας TR * 8:25 ⸂ ἐπέθηκεν RP f 35 NA NIV SBL ¦ ἐπέθηκε TR ¦ ἔθηκεν TNT2 WH * 8:25 ⸂2 ἐποίησεν αὐτὸν ἀναβλέψαι RP f 35 TR ¦ διέβλεψεν TNT2 WH NA NIV SBL * 8:25 ⸂3 Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψεν RP f 35 ¦ Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε TR ¦ Καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν TNT2 WH NA NIV SBL * 8:25 ⸂4 ἅπαντας RP f 35 TR ¦ ἅπαντα TNT2 WH NA NIV SBL * 8:26 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:26 ⸋2 μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 8:28 ⸂ Οἱ δὲ … καὶ ἄλλοι … ἄλλοι δὲ RP f 35 TR ¦ Οἱ δὲ … καὶ ἄλλοι … ἄλλοι δὲ ὅτι TNT2 ¦ Οἱ δὲ … ὅτι … καὶ ἄλλοι … ἄλλοι δὲ ὅτι WH NA NIV SBL * 8:28 ⸂2 ἀπεκρίθησαν RP f 35 TR ¦ ἀπεκρίθησαν αὐτῷ λέγοντες TNT2 ¦ εἶπαν αὐτῷ λέγοντες WH NA NIV SBL * 8:28 ⸂3 ἕνα RP f 35 TR ¦ εἷς TNT2 WH NA NIV SBL * 8:29 ⸂ λέγει αὐτοῖς RP f 35 TR ¦ ἐπηρώτα αὐτούς TNT2 WH NA NIV SBL * 8:29 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:31 ⸂ ἀπὸ RP f 35 TR ¦ ὑπὸ TNT2 WH NA NIV SBL * 8:31 ⸂2 τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων RP f 35 TNT2 WH NA NIV SBL ¦ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων TR * 8:32 ⸉ αὐτὸν ὁ Πέτρος RP f 35 TR ¦ ὁ Πέτρος αὐτὸν TNT2 WH NA NIV SBL * 8:33 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:33 ⸂ λέγων RP f 35 TR ¦ καὶ λέγει TNT2 WH NA NIV SBL * 8:34 ⸂ Ὅστις RP f 35 TR ¦ Εἴ τις TNT2 WH NA NIV SBL * 8:34 ⸂2 ἀκολουθεῖν RP f 35 TNT2 NA27+28 NIV ¦ ἐλθεῖν TR WH NA25 SBL * 8:35 ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL * 8:35 ⸂2 ψυχὴν αὐτοῦ … ἑαυτοῦ ψυχὴν RP TNT2 ¦ ψυχὴν αὐτοῦ … ψυχὴν αὐτοῦ f 35 TR NA NIV SBL ¦ ἑαυτοῦ ψυχὴν … ψυχὴν αὐτοῦ WH * 8:35 ⸂3 ἀπολέσῃ RP f 35 TR ¦ ἀπολέσει TNT2 WH NA NIV SBL * 8:35 ⸋ οὗτος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:36 ⸂ ὠφελήσει RP f 35 TR TNT2 ¦ ὠφελεῖ WH NA NIV SBL * 8:36 ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ τὸν TNT2 * 8:36 ⸂2 ἐὰν κερδήσῃ RP f 35 TR TNT2 ¦ κερδῆσαι WH NA NIV SBL * 8:36 ⸂3 ζημιωθῇ RP f 35 TR TNT2 ¦ ζημιωθῆναι WH NA NIV SBL * 8:37 ⸂ Ἢ τί RP f 35 TR ¦ Τί γὰρ TNT2 WH NA NIV SBL * 8:37 ⸂2 δώσει RP f 35 TR ¦ δοῖ TNT2 WH NA NIV SBL * 8:38 ⸂ ἐὰν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἂν TR