16
1 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. 2 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, *⸋Ὀψίας γενομένης λέγετε, Εὐδία· πυρράζει γὰρ ὁ οὐρανός. 3 Καὶ πρωΐ, Σήμερον χειμών· πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. *⸋Ὑποκριταί,⸌ τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε;⸌ 4 Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ *⸋τοῦ προφήτου.⸌ Καὶ καταλιπὼν αὐτούς, ἀπῆλθεν.
5 Καὶ ἐλθόντες οἱ μαθηταὶ *⸋αὐτοῦ⸌ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. 6 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 7 Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. 8 Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν *⸋αὐτοῖς,⸌ Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ *⸂ἐλάβετε;⸃ 9 Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; 10 Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; 11 Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ *⸂ἄρτου⸃ εἶπον ὑμῖν *⸂2προσέχειν⸃ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; 12 Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης *⸂τοῦ ἄρτου,⸃ ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων, Τίνα *⸋με⸌ λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 Οἱ δὲ εἶπον, Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ Ἠλίαν· ἕτεροι δὲ Ἰερεμίαν, ἢ ἕνα τῶν προφητῶν. 15 Λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, Σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17 *⸂Καὶ ἀποκριθεὶς⸃ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18 Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. 19 *⸋Καὶ⸌ δώσω σοὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ *⸂ἐὰν⸃ δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ *⸂2ἐὰν⸃ λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 Τότε *⸂διεστείλατο⸃ τοῖς μαθηταῖς *⸋αὐτοῦ⸌ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν *⸂2Ἰησοῦς ὁ χριστός.⸃
21 Ἀπὸ τότε ἤρξατο *⸂ὁ Ἰησοῦς⸃ δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν *⸉ἀπελθεῖν εἰς Ἱεροσόλυμα,⸊ καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων, Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 Ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν *⸂μου εἶ·⸃ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 24 Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 25 Ὃς γὰρ *⸂ἂν⸃ θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν· 26 τί γὰρ *⸂ὠφελεῖται⸃ ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 Ἀμὴν λέγω ὑμῖν, *⸆ εἰσίν τινες *⸂ὧδε ἑστῶτες,⸃ οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
* 16:2 ⸋ Ὀψίας γενομένης … οὐ δύνασθε; RP f 35 TR TNT2 ⟦WH⟧ NA NIV SBL * 16:3 ⸋ Ὑποκριταί RP f 35 TR ¦ – TNT2 ⟦WH⟧ NA NIV SBL * 16:4 ⸋ τοῦ προφήτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:5 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:8 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:8 ⸂ ἐλάβετε RP f 35 TR TNT2 SBL ¦ ἔχετε WH NA NIV * 16:11 ⸂ ἄρτου RP f 35 TR ¦ ἄρτων TNT2 WH NA NIV SBL * 16:11 ⸂2 προσέχειν RP f 35 TR ¦ προσέχετε δὲ TNT2 WH NA NIV SBL * 16:12 ⸂ τοῦ ἄρτου RP f 35 TR ¦ τῶν ἄρτων TNT2 WH NA NIV SBL * 16:13 ⸋ με RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:17 ⸂ Καὶ ἀποκριθεὶς RP f 35 TR ¦ Ἀποκριθεὶς δὲ TNT2 WH NA NIV SBL * 16:19 ⸋ Καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 16:19 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 16:19 ⸂2 ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 16:20 ⸂ διεστείλατο RP f 35 TR TNT2 NA27+28 NIV11 SBL ¦ ἐπετίμησεν WH NA25 NIV73 * 16:20 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:20 ⸂2 Ἰησοῦς ὁ χριστός RP TR ¦ ὁ χριστός f 35 TNT2 WH NA NIV SBL * 16:21 ⸂ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ἰησοῦς χριστὸς WH NA25 * 16:21 ⸉ ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP f 35 TR ¦ εἰς Ἱεροσόλυμα ἀπελθεῖν TNT2 WH NA NIV SBL * 16:23 ⸂ μου εἶ RP f 35 TR ¦ εἶ ἐμοῦ TNT2 WH NA NIV SBL * 16:25 ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL * 16:26 ⸂ ὠφελεῖται RP f 35 TR ¦ ὠφεληθήσεται TNT2 WH NA NIV SBL * 16:28 ⸆ – RP f 35 TR TNT2 ¦ ὅτι WH NA NIV SBL * 16:28 ⸂ ὧδε ἑστῶτες RP f 35 ¦ τῶν ὧδε ἑστηκότων TR ¦ τῶν ὧδε ἑστώτων TNT2 WH NA NIV SBL