3
1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, 2 *⸋καὶ⸌ λέγων, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3 Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς *⸂ὑπὸ⸃ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4 Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ *⸉αὐτοῦ ἦν⸊ ἀκρίδες καὶ μέλι ἄγριον. 5 Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου· 6 καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ *⸆ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 7 Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα *⸋αὐτοῦ,⸌ εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8 Ποιήσατε οὖν *⸂καρπὸν ἄξιον⸃ τῆς μετανοίας· 9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10 Ἤδη δὲ *⸋καὶ⸌ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 11 Ἐγὼ μὲν *⸉βαπτίζω ὑμᾶς⸊ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ. *⸆ 12 Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, *⸆ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 14 *⸂Ὁ δὲ Ἰωάννης⸃ διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν *⸂πρὸς αὐτόν,⸃ Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. 16 *⸂Καὶ βαπτισθεὶς⸃ ὁ Ἰησοῦς *⸉ἀνέβη εὐθὺς⸊ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν *⸋αὐτῷ⸌ οἱ οὐρανοί, καὶ εἶδεν *⸂2τὸ πνεῦμα τοῦ θεοῦ⸃ καταβαῖνον ὡσεὶ περιστερὰν *⸋2καὶ⸌ ἐρχόμενον ἐπ᾽ αὐτόν. 17 Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
* 3:2 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 3:3 ⸂ ὑπὸ RP f 35 TR ¦ διὰ TNT2 WH NA NIV SBL * 3:4 ⸉ αὐτοῦ ἦν RP f 35 TR ¦ ἦν αὐτοῦ TNT2 WH NA NIV SBL * 3:6 ⸆ – RP f 35 TR ¦ ποταμῷ TNT2 WH NA NIV SBL * 3:7 ⸋ αὐτοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 3:8 ⸂ καρπὸν ἄξιον RP f 35 TNT2 WH NA NIV SBL ¦ καρποὺς ἄξιους TR * 3:10 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:11 ⸉ βαπτίζω ὑμᾶς RP f 35 TR ¦ ὑμᾶς βαπτίζω TNT2 WH NA NIV SBL * 3:11 ⸆ – RP f 35 ¦ καὶ πυρί TR TNT2 WH NA NIV SBL * 3:12 ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ TNT2 * 3:14 ⸂ Ὁ δὲ Ἰωάννης RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ὁ δὲ WH NA25 * 3:15 ⸂ πρὸς αὐτόν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ αὐτῷ WH NA25 * 3:16 ⸂ Καὶ βαπτισθεὶς RP f 35 TR ¦ Βαπτισθεὶς δὲ TNT2 WH NA NIV SBL * 3:16 ⸉ ἀνέβη εὐθὺς RP f 35 TR ¦ εὐθὺς ἀνέβη TNT2 WH NA NIV SBL * 3:16 ⸋ αὐτῷ RP f 35 TR TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL * 3:16 ⸂2 τὸ πνεῦμα τοῦ θεοῦ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ πνεῦμα θεοῦ WH NA25 NIV11 SBL * 3:16 ⸋2 καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL