3
1 Ὁμοίως, *⸋αἱ⸌ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα, *⸋2καὶ⸌ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, 2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3 Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος· 4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ *⸉πρᾳέος καὶ ἡσυχίου⸊ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. 5 Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι *⸂ἐπὶ⸃ *⸆ θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· 6 ὡς Σάρρα *⸂ὑπήκουσεν⸃ τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7 Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ *⸂συγκληρονόμοι⸃ χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
8 Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, *⸂φιλόφρονες·⸃ 9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, *⸋εἰδότες⸌ ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. 10 Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν, καὶ *⸉ἰδεῖν ἡμέρας⸊ ἀγαθάς, παυσάτω *⸂τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ⸃ τοῦ μὴ λαλῆσαι δόλον· 11 ἐκκλινάτω *⸆ ἀπὸ κακοῦ, καὶ *⸂ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην,⸃ καὶ διωξάτω αὐτήν. 12 Ὅτι *⸂ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ⸃ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
13 Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ *⸂μιμηταὶ⸃ γένησθε; 14 Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε· 15 *⸂κύριον δὲ τὸν θεὸν⸃ ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι *⸋δὲ⸌ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, *⸆ μετὰ πρᾳΰτητος καὶ φόβου· 16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧ *⸂καταλαλοῦσιν ὑμῶν⸃ *⸋ὡς κακοποιῶν,⸌ καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν *⸂2τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν.⸃ 17 Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ *⸂θέλοι⸃ τὸ θέλημα τοῦ θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας. 18 Ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν *⸂ἔπαθεν,⸃ δίκαιος ὑπὲρ ἀδίκων, ἵνα *⸂2ὑμᾶς⸃ προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς *⸂3μὲν σαρκί, ζῳοποιηθεὶς δὲ πνεύματι,⸃ 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασίν ποτε, ὅτε *⸂ἀπεξεδέχετο⸃ ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν *⸂2ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί,⸃ διεσώθησαν δι᾽ ὕδατος· 21 ὃ *⸂ἀντίτυπον νῦν καὶ ἡμᾶς⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ χριστοῦ, 22 ὅς ἐστιν ἐν δεξιᾷ *⸋τοῦ⸌ θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
* 3:1 ⸋ αἱ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 3:1 ⸋2 καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 3:4 ⸉ πρᾳέος καὶ ἡσυχίου RP f 35 TR NA25 ¦ πραέως καὶ ἡσυχίου TNT2 NA27+28 NIV SBL ¦ ἡσυχίου καὶ πραέως WH * 3:5 ⸂ ἐπὶ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 3:5 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ τὸν f 35 TR * 3:6 ⸂ ὑπήκουσεν RP f 35 TNT2 NA NIV SBL ¦ ὑπήκουσε TR ¦ ὑπήκουεν WH * 3:7 ⸂ συγκληρονόμοι RP f 35 TR ¦ συγκληρονόμοις TNT2 NA NIV SBL ¦ συνκληρονόμοι WH * 3:8 ⸂ φιλόφρονες RP f 35 TR ¦ ταπεινόφρονες TNT2 WH NA NIV SBL * 3:9 ⸋ εἰδότες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:10 ⸉ ἰδεῖν ἡμέρας RP TR TNT2 WH NA NIV SBL ¦ ἡμέρας ἰδεῖν f 35 * 3:10 ⸂ τὴν γλῶσσαν αὐτοῦ … καὶ χείλη αὐτοῦ RP f 35 TR ¦ τὴν γλῶσσαν … καὶ χείλη TNT2 WH NA NIV SBL * 3:11 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 3:11 ⸂ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην RP f 35 TNT2 WH NA NIV SBL ¦ ποιησάτω εἰρήνην TR * 3:12 ⸂ ὀφθαλμοὶ κυρίου … καὶ ὦτα αὐτοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ οἵ ὀφθαλμοὶ κυρίου … καὶ ὦτα αὐτοῦ TR * 3:13 ⸂ μιμηταὶ RP f 35 TR ¦ ζηλωταὶ TNT2 WH NA NIV SBL * 3:15 ⸂ κύριον δὲ τὸν θεὸν RP f 35 TR ¦ κύριον δὲ τὸν χριστὸν TNT2 WH NA NIV SBL * 3:15 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:15 ⸆ – RP f 35 TR ¦ ἀλλὰ TNT2 WH NA NIV SBL * 3:16 ⸂ καταλαλοῦσιν ὑμῶν RP f 35 TNT2 ¦ καταλαλῶσιν ὑμῶν TR ¦ καταλαλεῖσθε WH NA NIV SBL * 3:16 ⸋ ὡς κακοποιῶν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 3:16 ⸂2 τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν RP TR TNT2 WH NA NIV SBL ¦ τῆ ἀγαθῆ ἐν χριστῷ ἀναστροφῆ f 35 * 3:17 ⸂ θέλοι RP f 35 TNT2 WH NA NIV SBL ¦ θέλει TR * 3:18 ⸂ ἔπαθεν RP f 35 NA27+28 NIV11 SBL ¦ ἔπαθε TR ¦ ἀπέθανεν TNT2 WH NA25 NIV73 * 3:18 ⸂2 ὑμᾶς RP WH NA NIV SBL ¦ ἡμᾶς f 35 TR TNT2 * 3:18 ⸂3 μὲν σαρκί … δὲ πνεύματι RP f 35 TNT2 WH NA NIV SBL ¦ μὲν σαρκί … δὲ τῷ πνεύματι TR * 3:20 ⸂ ἀπεξεδέχετο RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαξ ἐξεδέχετο TR * 3:20 ⸂2 ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί RP f 35 TR ¦ ὀλίγοι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί TNT2 WH NA NIV SBL * 3:21 ⸂ ἀντίτυπον νῦν καὶ ἡμᾶς RP f 35 ¦ καὶ ἡμᾶς ἀντίτυπον νῦν TR ¦ καὶ ὑμᾶς ἀντίτυπον νῦν TNT2 WH NA NIV SBL * 3:22 ⸋ τοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL