10
Cornelius' Vision
Ἀνὴρ δέ τις *ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν §τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός. εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ *ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, Τί ἐστι, Κύριε; εἶπε δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. καὶ νῦν πέμψον §εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι *Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ἐστιν οἰκία παρὰ θάλασσαν. ὡς δὲ ἀπῆλθεν ἄγγελος § λαλῶν *τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
Peter's Vision
Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων §ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. 10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ *ἐκείνων ἐπέπεσεν ἐπαὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπαὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς §δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς, 12 ἐν ὑπῆρχε πάντα τὰ τετράποδα *τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14  δὲ Πέτρος εἶπε, Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἀκάθαρτον. 15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. 16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν §ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει Πέτρος τί ἂν εἴη τὸ ὅραμα εἶδε, *καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες §ἐπυνθάνοντο εἰ Σίμων ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. 19 τοῦ δὲ Πέτρου *διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα, Ἰδού, ἄνδρες §ζητοῦσί σε. 20 *ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. 21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς αἰτία διἣν πάρεστε; 22 οἱ δὲ §εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου *ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. 23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε.
Τῇ δὲ ἐπαύριον Πέτρος ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης §συνῆλθον αὐτῷ. 24 *καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς §συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 ὡς δὲ ἐγένετο *τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. 26  δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. 27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε καὶ εὑρίσκει συνεληλυθότας πολλούς, 28 ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι προσέρχεσθαι ἀλλοφύλῳ· §καὶ ἐμοὶ * Θεὸς ἔδειξε μηδένα κοινὸν ἀκάθαρτον λέγειν ἄνθρωπον· 29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με.
30 Καὶ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ 31 καὶ φησί, Κορνήλιε, εἰσηκούσθη σου προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. 32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· §ὃς παραγενόμενος λαλήσει σοι. 33 ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ *Θεοῦ.
Peter Preaches to Cornelius' Household
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, Ἐπἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης Θεός, 35 ἀλλἐν παντὶ ἔθνει φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι. 36 τὸν λόγον §ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦοὗτός ἐστι πάντων Κύριος 37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθὅλης τῆς Ἰουδαίας, *ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ἐκήρυξεν Ἰωάννης, 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι Θεὸς ἦν μεταὐτοῦ. 39 καὶ ἡμεῖς §ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ *ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. 40 τοῦτον Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. 42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι §αὐτός ἐστιν ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
The Holy Spirit Falls upon the Gentiles
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ *ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται. 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν. τότε ἀπεκρίθη § Πέτρος, 47 Μήτι τὸ ὕδωρ *κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς; 48 προσέταξέ τε αὐτοὺς §βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
* 10:1 ην ¦ — ᴀɴᴛ ᴄᴛ 10:1 καισαρεια ¦ καισαρια ᴡʜ 10:1 σπειρης ʙ32 ¦ σπειρας ʙ13 ᴘᴄᴋ § 10:2 τε ¦ — ᴄᴛ * 10:3 ωραν ¦ περι ωραν ᴄᴛ 10:3 ενατην ʙ26 ¦ εννατην ʙ19 ᴛʀ 10:4 ενωπιον ¦ εμπροσθεν ᴄᴛ § 10:5 εις ιοππην ανδρας ¦ ανδρας εις ιοππην ᴄᴛ * 10:5 σιμωνα ¦ σιμωνα τινα ᴄᴛ 10:5 τον επικαλουμενον πετρον ¦ ος επικαλειται πετρος ᴄᴛ ᴘᴄᴋ ᴛʀ 10:6 θαλασσαν ¦ θαλασσαν ουτος λαλησει σοι τι σε δει ποιειν ᴛʀ § 10:7 ο ʙ17 ¦ — ʙ8 * 10:7 τω κορνηλιω ¦ αυτω ᴄᴛ 10:7 αυτου ¦ — ᴄᴛ 10:8 αυτοις απαντα ¦ απαντα αυτοις ᴄᴛ § 10:9 εκεινων ¦ αυτων ɴᴀ * 10:10 εκεινων ¦ αυτων ᴄᴛ 10:10 επεπεσεν 78.6% ¦ εγενετο ᴄᴛ 10.9% ¦ επεσεν ᴍꜱꜱ 10.3% 10:11 επ αυτον ¦ — ᴄᴛ § 10:11 δεδεμενον και 88.6% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 4.2% * 10:12 της γης και τα θηρια και τα ερπετα και τα 79.3% ¦ και τα θηρια και τα ερπετα της γης και τα ᴍꜱꜱ 6.3% ¦ και ερπετα της γης και ᴄᴛ 1.5% 10:14 η ¦ και ᴄᴛ 10:16 παλιν ¦ ευθυς ᴄᴛ § 10:16 ανεληφθη ¦ ανελημφθη ᴄᴛ * 10:17 και ¦ — ᴄᴛ 10:17 απο ¦ υπο ᴄᴛ ᴘᴄᴋ 10:17 σιμωνος ¦ του σιμωνος ᴄᴛ § 10:18 επυνθανοντο ¦ επυθοντο ᴡʜ * 10:19 διενθυμουμενου ¦ ενθυμουμενου ᴛʀ 10:19 αυτω το πνευμα 95.8% ¦ το πνευμα αυτω ᴇᴄᴍ† ᴛʜ 3.8% ¦ το πνευμα ᴡʜ 0.2% 10:19 ανδρες ¦ ανδρες τρεις ᴀɴᴛ ɴᴀ ᴛʜ ᴛʀ ¦ ανδρες δυο ᴡʜ § 10:19 ζητουσι ¦ ζητουντες ɴᴀ ꜱʙʟ ᴡʜ * 10:20 αλλα ʙ28 ¦ αλλ ʙ16 ɴᴀ 10:20 διοτι ¦ οτι ᴄᴛ 10:21 ανδρας ¦ ανδρας τους απεσταλμενους απο του κορνηλιου προς αυτον ᴛʀ § 10:22 ειπον ¦ ειπαν ᴄᴛ * 10:22 αγιου ¦ — ᴘᴄᴋ 10:23 ο πετρος ¦ αναστας ᴀɴᴛ ᴄᴛ 10:23 ιοππης ¦ της ιοππης ᴀɴᴛ ᴛʀ § 10:23 συνηλθον ¦ συνηλθαν ᴡʜ * 10:24 και τη ¦ τη δε ᴄᴛ 10:24 εισηλθον ᴇᴄᴍ† ¦ εισηλθεν ɴᴀ ꜱʙʟ ᴡʜ ¦ εισηλθαν ᴛʜ 10:24 καισαρειαν ¦ καισαριαν ᴡʜ § 10:24 συγκαλεσαμενος ¦ συνκαλεσαμενος ᴡʜ * 10:25 του εισελθειν 70.4% ¦ του ελθειν ᴍꜱꜱ 11.4% ¦ εισελθειν ᴛʀ 8.1% 10:26 αυτον ηγειρε ʙ37 ¦ ηγειρεν αυτον ʙ7 ᴄᴛ ʜꜰ ᴘᴄᴋ 10:26 καγω ¦ και εγω ᴄᴛ § 10:28 και εμοι ¦ καμοι ᴄᴛ * 10:28 ο θεος εδειξε ¦ εδειξεν ο θεος ᴇᴄᴍ† 10:29 αναντιρρητως ¦ αναντιρητως ᴡʜ 10:30 νηστευων και την ενατην (εννατην ᴛʀ) ωραν 93.1% ¦ την ενατην ᴄᴛ 3.3% § 10:32 ος παραγενομενος λαλησει σοι 93.6% ¦ — ᴄᴛ 4.6% * 10:33 θεου ¦ κυριου ᴄᴛ 10:34 στομα ¦ στομα αυτου ᴀɴᴛ 10:34 προσωποληπτης ¦ προσωπολημπτης ᴄᴛ § 10:36 ον ¦ — ᴡʜ * 10:37 αρξαμενον ¦ αρξαμενος ᴄᴛ 10:37 ιωαννης ¦ ιωανης ᴡʜ 10:38 ναζαρετ ʙ18 ¦ ναζαρεθ ʙ7 ᴄᴛ ꜱᴄʀ § 10:39 εσμεν ¦ — ᴄᴛ * 10:39 εν ¦ — ꜱʙʟ ᴡʜ 10:39 και ¦ — ᴛʀ 10:39 ανειλον ¦ ανειλαν ᴄᴛ § 10:42 αυτος ᴇᴄᴍ† ¦ ουτος ɴᴀ ꜱʙʟ ᴡʜ * 10:45 οσοι ¦ οι ᴡʜ 10:45 συνηλθον ¦ συνηλθαν ɴᴀ ꜱʙʟ ᴡʜ 10:45 αγιου πνευματος ¦ πνευματος του αγιου ᴡʜ § 10:46 ο ¦ — ᴄᴛ * 10:47 κωλυσαι δυναται τις 86.1% ¦ δυναται τις κωλυσαι ᴍꜱꜱ 7.1% ¦ δυναται κωλυσαι τις ᴄᴛ 3.2% 10:47 καθως ¦ ως ᴄᴛ ᴘᴄᴋ 10:48 τε ᴇᴄᴍ† ¦ δε ᴄᴛ § 10:48 βαπτισθηναι εν τω ονοματι του κυριου ¦ βαπτισθηναι εν τω ονοματι του κυριου ιησου ᴘᴄᴋ ¦ εν τω ονοματι ιησου χριστου βαπτισθηναι ᴄᴛ