18
Μετὰ *δὲ ταῦτα χωρισθεὶς Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ τεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους §ἐκ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· καὶ διὰ τὸ ὁμότεχνον εἶναι, *ἔμενε παραὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας.
Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σίλας καὶ Τιμόθεος, συνείχετο τῷ §πνεύματι Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις *τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι §Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. Εἶπε δὲ Κύριος *διὁράματος ἐν νυκτὶ τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· 10 διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11 Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
12 Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν §ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13 λέγοντες ὅτι Παρὰ τὸν νόμον *οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. 14 Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν οὖν ἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν, Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· 15 εἰ δὲ §ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς *γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16 Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17 Ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν.
18  δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος §τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. 19  *Κατήντησε δὲ εἰς Ἔφεσον, καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις. 20 Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι §παραὐτοῖς, οὐκ ἐπένευσεν· 21  *ἀλλἀπετάξατο αὐτοῖς εἰπών, Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος. Ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, 22 καὶ κατελθὼν εἰς §Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. 23 Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, *ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
24 Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· 26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ §Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν *τοῦ Θεοῦ ὁδόν. 27 Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
* 18:1 δε ¦ — CT 18:1 ο παυλος 97.1% ¦ — CT 1.5% 18:2 τεταχεναι ¦ διατεταχεναι ANT BYZ CT PCK TR § 18:2 εκ ¦ απο ANT CT * 18:3 εμενε ¦ εμεινε ANT 18:3 ειργαζετο 91.4% ¦ ηργαζετο ECM NA SBL TH 7.8% ¦ ηργαζοντο WH 0.4% 18:3 την τεχνην ¦ τη τεχνη ANT BYZ CT § 18:5 πνευματι 93.5% ¦ λογω CT 6.1% * 18:5 τον ¦ ειναι τον CT 18:6 την κεφαλην ¦ τας κεφαλας PCK 18:7 ηλθεν ¦ εισηλθεν ECM* NA SBL § 18:7 ιουστου ¦ τιτιου ιουστου NA SBL WH ¦ τιτου ιουστου ECM * 18:9 δι οραματος εν νυκτι ¦ εν νυκτι δι οραματος CT 18:11 τε ¦ δε CT 18:12 ανθυπατευοντος ¦ ανθυπατου οντος ECM* NA SBL TH WH § 18:12 ομοθυμαδον οι ιουδαιοι ¦ οι ιουδαιοι ομοθυμαδον WH * 18:13 ουτος αναπειθει ¦ αναπειθει ουτος CT PCK 18:14 ουν ¦ — CT 18:14 ηνεσχομην ¦ ανεσχομην CT § 18:15 ζητημα ¦ ζητηματα CT * 18:15 γαρ ¦ — CT 18:17 οι ελληνες 95.4% ¦ — ECM* NA SBL TH WH 1.7% 18:17 εμελλεν ¦ εμελεν ANT CT TR § 18:18 την κεφαλην εν κεγχρεαις ¦ εν κεγχρεαις την κεφαλην ECM NA SBL ¦ εν κενχρεαις την κεφαλην TH WH * 18:19 κατηντησε ¦ κατηντησαν ECM* NA SBL TH WH 18:19 και εκεινους ¦ κακεινους ANT BYZ CT PCK TR 18:19 διελεχθη ¦ διελεξατο CT § 18:20 παρ αυτοις 86.4% ¦ — CT 8.1% * 18:21 αλλ ¦ αλλα ANT NA27 SBL TH WH 18:21 απεταξατο αυτοις ειπων δει με παντως την εορτην την ερχομενην ποιησαι εις ιεροσολυμα παλιν δε ¦ αποταξαμενος και ειπων παλιν CT 18:21 ανηχθη ¦ και ανηχθη ANT HF PCK TR § 18:22 καισαρειαν ¦ καισαριαν WH * 18:23 επιστηριζων ¦ στηριζων ECM* SBL TH WH 18:25 κυριου ¦ ιησου CT PCK 18:25 ιωαννου ¦ ιωανου WH § 18:26 ακυλας και πρισκιλλα ¦ πρισκιλλα και ακυλας ECM* NA SBL TH WH * 18:26 του θεου οδον ¦ οδον του θεου ANT CT