7
Stephen's Speech to the Council
Εἶπε δὲ ἀρχιερεύς, Εἰ *ἄρα ταῦτα οὕτως ἔχει; δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἁβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν §ἐν Χαρράν. *κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μεταὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. ἐλάλησε δὲ οὕτως Θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια. καὶ τὸ ἔθνος §ἐὰν *δουλεύσωσι κρινῶ ἐγώ, εἶπεν Θεός, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ. καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ § Ἰσαὰκ τὸν Ἰακώβ, καὶ * Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον. καὶ ἦν Θεὸς μεταὐτοῦ, 10 καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπΑἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11 ἦλθε δὲ λιμὸς ἐφὅλην τὴν §γῆν Αἰγύπτου καὶ Χαναὰν καὶ θλῖψις μεγάλη, καὶ οὐχ *εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. 12 ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον. 13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος §τοῦ Ἰωσήφ. 14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο *τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε. 15 §κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, 16 καὶ μετετέθησαν εἰς *Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὠνήσατο Ἁβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ §τοῦ *Συχέμ.
17 Καθὼς δὲ ἤγγιζεν χρόνος τῆς ἐπαγγελίας ἧς ὤμοσεν Θεὸς τῷ Ἁβραάμ, ηὔξησεν λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ 18 ἄχρις οὗ ἀνέστη βασιλεὺς §ἕτερος ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας *ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι· 20 ἐν καιρῷ ἐγεννήθη Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ §πατρός. 21 *ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις.
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ §τεσσαρακονταετὴς χρόνος, ἀνέβη *ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. 25 ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν §αὐτοῖς σωτηρίαν, οἱ δὲ οὐ συνῆκαν. 26 τῇ *τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους; 27  δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο §αὐτὸν εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ*ἡμᾶς; 28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; 29 ἔφυγε δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 Καὶ πληρωθέντων ἐτῶν §τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος *Κυρίου ἐν φλογὶ πυρὸς βάτου. 31  δὲ Μωσῆς ἰδὼν §ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου *πρὸς αὐτόν, 32 Ἐγὼ Θεὸς τῶν πατέρων σου, Θεὸς Ἁβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33 εἶπε δὲ αὐτῷ Κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, γὰρ τόπος §ἐν ἕστηκας γῆ ἁγία ἐστίν. 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ *αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, ἀποστελῶ σε εἰς Αἴγυπτον.
35 Τοῦτον τὸν Μωσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον Θεὸς §ἄρχοντα καὶ λυτρωτὴν *ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη §τεσσαράκοντα. 37 οὗτός ἐστιν * Μωσῆς εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσει §Κύριος Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς *ἐμέ. 38 οὗτός ἐστιν γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν· 39  οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, §ἀλλἀπώσαντο καὶ ἐστράφησαν *τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον 40 εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· γὰρ Μωσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. 41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 ἔστρεψε δὲ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν,
 
Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι
§ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ
καὶ τὸ ἄστρον τοῦ Θεοῦ *ὑμῶν Ῥεμφάν,
τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
 
44  σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο λαλῶν τῷ §Μωσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει· 45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν *Δαυίδ· 46 ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. 47 Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. 48 ἀλλοὐχ Ὑψίστος ἐν χειροποιήτοις §ναοῖς κατοικεῖ, καθὼς προφήτης λέγει,
 
49  οὐρανός μοι θρόνος,
* δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου·
ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος,
τίς τόπος τῆς καταπαύσεώς μου;
50 οὐχὶ χείρ μου ἐποίησε ταῦτα πάντα;
 
51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε.
The Stoning of Stephen
54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπαὐτόν. 55 ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, 56 καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς §ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν *ἑστῶτα τοῦ Θεοῦ. 57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπαὐτόν, 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. 59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. 60 θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
* 7:1 αρα ¦ — ᴄᴛ 7:3 εκ ¦ — ᴡʜ 7:3 γην ¦ την γην ᴄᴛ § 7:4 εν ʙ28 ¦ εις ʙ13 * 7:4 κακειθεν ʙ18 ¦ και εκειθεν ʙ24 7:5 δουναι αυτω ¦ αυτω δουναι ᴛʀ ¦ δουναι αυτην ᴘᴄᴋ 7:5 αυτην ¦ αυτω ᴘᴄᴋ § 7:7 εαν ¦ αν ᴡʜ * 7:7 δουλευσωσι ¦ δουλευσουσι ꜱʙʟ ᴡʜ 7:7 ειπεν ο θεος ¦ ο θεος ειπε ᴄᴛ 7:8 ουτως ʙ16 ¦ ουτος ʙ7 § 7:8 ο ¦ — ᴄᴛ * 7:8 ο ¦ — ᴄᴛ 7:10 εξειλετο ¦ εξειλατο ᴄᴛ 7:10 ολον ᴇᴄᴍ† ¦ εφ ολον ɴᴀ § 7:11 γην αιγυπτου 90.2% ¦ αιγυπτον ᴄᴛ 3.9% * 7:11 ευρισκον ¦ ηυρισκον ɴᴀ ꜱʙʟ ᴡʜ 7:12 σιτα εν αιγυπτω ¦ σιτια εις αιγυπτον ᴄᴛ 7:13 ανεγνωρισθη ¦ εγνωρισθη ᴡʜ § 7:13 του ιωσηφ ¦ ιωσηφ ꜱʙʟ ᴡʜ ¦ αυτου ᴛʜ * 7:14 τον πατερα αυτου ιακωβ ¦ ιακωβ τον πατερα αυτου ᴄᴛ ᴘᴄᴋ 7:14 συγγενειαν ¦ συγγενειαν αυτου ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ 7:14 ψυχαις εβδομηκοντα πεντε ¦ εβδομηκοντα πεντε ψυχαις ᴘᴄᴋ § 7:15 κατεβη δε ᴇᴄᴍ† ¦ και κατεβη ɴᴀ ꜱʙʟ ᴛʜ * 7:16 συχεμ ¦ σιχεμ ꜱᴄʀ 7:16 ο ʙ16 ¦ ω ʙ7 ᴀɴᴛ ᴄᴛ 7:16 εμμορ ¦ εμμωρ ᴄᴛ ᴘᴄᴋ ¦ εμορ ꜱᴄʀ § 7:16 του ¦ εν ᴄᴛ * 7:16 συχεμ ¦ σιχεμ ꜱᴄʀ 7:17 ης ¦ ην ᴀɴᴛ 7:17 ωμοσεν 96.3% ¦ ωμολογησεν ᴄᴛ 2.2% § 7:18 ετερος ᴇᴄᴍ† ¦ ετερος επ αιγυπτον ᴄᴛ * 7:19 ημων ¦ — ᴇᴄᴍ† ꜱʙʟ ᴛʜ ᴡʜ 7:19 εκθετα τα βρεφη ¦ τα βρεφη εκθετα ᴄᴛ 7:20 μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ § 7:20 πατρος ʙ17 ¦ πατρος αυτου ʙ6 ᴀɴᴛ ᴛʀ * 7:21 εκτεθεντα δε αυτον ανειλετο αυτον ʙ21 ¦ εκτεθεντα δε αυτον ανειλατο αυτον ʙ11 ¦ εκτεθεντα δε αυτον ανειλετο ʙ5 ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ εκτεθεντος δε αυτου ανειλατο αυτον ᴄᴛ 7:22 μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 7:22 εν εργοις ʙ22 ¦ εργοις ʙ13 ᴇᴄᴍ† ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ εργοις αυτου ᴄᴛ § 7:23 τεσσαρακονταετης ¦ τεσσερακονταετης ᴄᴛ * 7:23 επι ¦ εις ᴀɴᴛ 7:24 εποιησεν ¦ εποιησατο ᴀɴᴛ 7:25 αυτου ¦ — ꜱʙʟ ᴡʜ § 7:25 αυτοις σωτηριαν ¦ σωτηριαν αυτοις ᴄᴛ * 7:26 τε ¦ δε ꜱᴄʀ 7:26 συνηλασεν ¦ συνηλλασσεν ᴄᴛ 7:26 υμεις ¦ — ᴄᴛ § 7:27 αυτον ¦ τουτον ᴘᴄᴋ * 7:27 ημας ʙ16 ᴇᴄᴍ† ¦ ημων ʙ7 ᴀɴᴛ ᴄᴛ 7:28 χθες ¦ εχθες ᴄᴛ 7:29 μωυσης ʙ34 ¦ μωσης ʙ9 ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ § 7:30 τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ * 7:30 κυριου ¦ — ᴄᴛ 7:30 φλογι πυρος ¦ πυρι φλογος ᴇᴄᴍ† 7:31 μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ § 7:31 εθαυμαζε ¦ εθαυμασε ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ * 7:31 προς αυτον ¦ — ᴄᴛ 7:32 ο θεος ισαακ και ο θεος ¦ ισαακ και ᴄᴛ 7:32 μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ § 7:33 εν ¦ εφ ᴄᴛ * 7:34 αυτων ¦ αυτου ꜱʙʟ ᴡʜ 7:34 αποστελω ¦ αποστειλω ᴄᴛ 7:35 μωσην ¦ μωυσην ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ § 7:35 αρχοντα ᴇᴄᴍ† ¦ αρχηγον ᴘᴄᴋ ¦ και αρχοντα ɴᴀ ꜱʙʟ ᴡʜ * 7:35 απεστειλεν εν ¦ απεσταλκε συν ᴄᴛ 7:36 γη ¦ τη ᴡʜ 7:36 αιγυπτω ¦ αιγυπτου ᴛʀ § 7:36 τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ * 7:37 ο ʙ27 ¦ — ʙ15 ᴘᴄᴋ 7:37 μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 7:37 ειπων ¦ ειπας ᴄᴛ § 7:37 κυριος ο θεος υμων ʙ30 ¦ κυριος ο θεος ημων ʙ11 ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ ο θεος ᴄᴛ * 7:37 εμε ¦ εμε αυτου ακουσεσθε ᴀɴᴛ ᴛʀ 7:38 λογια ʙ26 ¦ λογον ʙ17 ʀᴘ 7:38 ημιν ¦ υμιν ᴡʜ § 7:39 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ * 7:39 τη καρδια ¦ ταις καρδιαις ᴛʀ ¦ εν ταις καρδιαις ᴄᴛ 7:40 μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 7:40 γεγονεν ¦ εγενετο ᴄᴛ § 7:42 ετη τεσσαρακοντα εν τη ερημω ¦ εν τη ερημω ετη τεσσαρακοντα ᴘᴄᴋ ¦ ετη τεσσερακοντα εν τη ερημω ᴄᴛ * 7:43 υμων ¦ — ꜱʙʟ ᴡʜ 7:43 ρεμφαν ʙ17 ¦ ρεφαν ʙ13 ᴛʜ ᴛʀ ¦ ρεφφαν ʙ6 ᴘᴄᴋ ¦ ραιφαν ɴᴀ ꜱʙʟ ¦ ρομφα ᴡʜ 7:44 τοις ¦ εν τοις ꜱᴛ § 7:44 μωση ¦ μωυση ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ * 7:45 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ 7:46 θεω ᴇᴄᴍ† ¦ οικω ɴᴀ 7:47 ωκοδομησεν ¦ οικοδομησεν ɴᴀ ꜱʙʟ ᴡʜ § 7:48 ναοις ¦ — ᴄᴛ * 7:49 η δε ¦ και η ᴡʜ 7:51 τη καρδια ¦ καρδιαις ɴᴀ ꜱʙʟ ᴡʜ ¦ ταις καρδιαις υμων ᴛʜ 7:52 γεγενησθε ¦ εγενεσθε ᴄᴛ § 7:56 ανεωγμενους ¦ διηνοιγμενους ᴄᴛ * 7:56 εστωτα του θεου ¦ του θεου εστωτα ᴀɴᴛ 7:58 ιματια ¦ ιματια αυτων ᴀɴᴛ ᴄᴛ ᴛʀ 7:60 την αμαρτιαν ταυτην ᴇᴄᴍ† ¦ ταυτην την αμαρτιαν ᴄᴛ