12
Visions and Revelations
Καυχᾶσθαι *δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρωνεἴτε ἐν σώματι οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· Θεὸς οἶδενἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπονεἴτε ἐν σώματι, εἴτε §ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· Θεὸς οἶδεν ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις *μου· ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ βλέπει με, ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος §Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπἐμοῦ. Καὶ εἴρηκέ μοι, Ἀρκεῖ σοι χάρις μου· γὰρ δύναμίς *μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπἐμὲ δύναμις τοῦ Χριστοῦ. 10 Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, §ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
Concern for the Corinthian Church
11 Γέγονα ἄφρων *καυχώμενος· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. 12 Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. 13 Τί γάρ ἐστιν ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14 Ἰδού, §τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω *ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλοἱ γονεῖς τοῖς τέκνοις. 15 Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ §καὶ περισσοτέρως ὑμᾶς *ἀγαπῶν, ἧττον ἀγαπῶμαι. 16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. 17 Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διαὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Οὐ τοῖς αὐτοῖς ἴχνεσι;
19 §Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; *Κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20 Φοβοῦμαι γάρ, μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως ἔρεις, ζῆλοι, θυμοί, §ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν *ἐλθόντα με ταπεινώσει Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ἔπραξαν.
* 12:1 δη ¦ δει CT 12:1 συμφερει μοι 95.4% ¦ συμφερον μεν CT 2.3% 12:1 γαρ ¦ δε CT § 12:3 εκτος ¦ χωρις NA SBL WH * 12:5 μου ¦ — CT 12:6 τι ¦ — WH 12:7 ινα ¦ διο ινα CT § 12:7 σαταν ¦ σατανα CT * 12:9 μου ¦ — CT 12:9 τελειουται ¦ τελειται CT 12:9 μου ¦ — WH § 12:10 εν ¦ και CT * 12:11 καυχωμενος 82.7% ¦ καυχομενος MSS 5.4% ¦ — CT 10.2% 12:12 εν σημειοις 91.2% ¦ σημειοις τε NA SBL WH 4.5% ¦ σημειοις TH 2.3% 12:13 ηττηθητε ¦ ησσωθητε CT § 12:14 τριτον ¦ τριτον τουτο CT * 12:14 υμων ¦ — CT 12:14 αλλα ¦ αλλ NA28 PCK TR 12:14 αλλ ¦ αλλα NA27 SBL TH WH § 12:15 και ¦ — CT * 12:15 αγαπων ¦ αγαπω WH 12:15 ηττον ¦ ησσον CT 12:16 αλλ ¦ αλλα NA27 SBL TH WH § 12:19 παλιν 92.2% ¦ παλαι CT 3.3% * 12:19 κατενωπιον του ¦ κατεναντι CT 12:20 ερεις ¦ ερις NA PCK SBL WH 12:20 ζηλοι ¦ ζηλος CT § 12:20 εριθειαι ¦ εριθιαι WH * 12:21 ελθοντα με ταπεινωσει 47.2% ¦ ελθοντα με ταπεινωση 𝔐pt ANT PCK TR 46.2% ¦ ελθοντος μου ταπεινωσει με TH 1.8% ¦ ελθοντος μου ταπεινωση με NA SBL WH 0.3%