3
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; *Εἰ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἐξ ὑμῶν συστατικῶν; ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφἡμῶν, §ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, *ἀλλἐν πλαξὶ καρδίαις σαρκίναις.
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφἑαυτῶν λογίσασθαί τι ὡς ἐξ §ἑαυτῶν, ἀλλ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα *ἀποκτένει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
Εἰ δὲ διακονία τοῦ θανάτου ἐν γράμμασιν, ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Εἰ γὰρ § διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει διακονία τῆς δικαιοσύνης *ἐν δόξῃ. 10 Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 Εἰ γὰρ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα· 13 καὶ οὐ καθάπερ §Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον *ἑαυτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· 14  ἀλλἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, § τι ἐν Χριστῷ καταργεῖται. 15 Ἀλλἕως σήμερον, ἡνίκα *ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. 16 Ἡνίκα δἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17  δὲ Κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα Κυρίου, §ἐκεῖ ἐλευθερία. 18 Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.
* 3:1 ει ¦ η CT SCR 3:1 συστατικων ¦ — CT 3:2 εγγεγραμμενη ¦ ενγεγραμμενη TH WH § 3:3 εγγεγραμμενη ¦ ενγεγραμμενη TH WH * 3:3 αλλ ¦ αλλα ANT 3:3 καρδιαις ¦ καρδιας TR 3:5 ικανοι εσμεν αφ εαυτων ¦ αφ εαυτων ικανοι εσμεν CT § 3:5 ἑαυτῶν ¦ αὑτῶν SBL WH * 3:6 αποκτενει ¦ αποκτεινει TR WH ¦ αποκτεννει ANT NA SBL TH 3:7 εν ¦ — CT 3:7 μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR § 3:9 ἡ διακονία ¦ τῇ διακονίᾳ NA SBL TH * 3:9 εν ¦ — CT 3:10 ου ¦ ουδε ANT TR 3:10 ενεκεν ¦ εινεκεν CT PCK § 3:13 μωυσης ¦ μωσης TR * 3:13 ἑαυτοῦ ¦ αὐτοῦ CT 3:14 αλλ ¦ αλλα NA27 SBL WH 3:14 σημερον ¦ σημερον ημερας CT § 3:14 ο τι ¦ οτι ANT CT HF PCK * 3:15 αναγινωσκεται ¦ αν αναγινωσκηται CT 3:15 μωυσης ¦ μωσης PCK TR 3:16 δ αν ¦ δε εαν NA SBL WH § 3:17 εκει ¦ — CT