3
Put On the New Self
Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γάρ, καὶ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν Χριστὸς φανερωθῇ, ζωὴ *ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι ἔρχεται ὀργὴ τοῦ Θεοῦ §ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν *αὐτοῖς. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατεἰκόνα τοῦ κτίσαντος αὐτόν· 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, §πρᾳότητα, μακροθυμίαν· 13 ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ *Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. 15 Καὶ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι §γίνεσθε. 16  λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς, *καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ §Κυρίῳ. 17 Καὶ πᾶν τι *ἂν ποιῆτε, ἐν λόγῳ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ πατρὶ διαὐτοῦ.
Rules for Christian Households
18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. 19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. 20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ §ἐστιν εὐάρεστον *ἐν Κυρίῳ. 21 Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν· 23 §καὶ πᾶν τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις· 24 εἰδότες ὅτι ἀπὸ Κυρίου *λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. 25  δὲ ἀδικῶν §κομιεῖται ἠδίκησε· καὶ οὐκ ἔστι *προσωποληψία.
* 3:4 ημων ¦ υμων NA SBL TH 3:5 υμων ¦ — CT 3:5 ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WH § 3:6 επι τους υιους της απειθειας ¦ — WH * 3:7 αυτοις ¦ τουτοις CT 3:11 τα ¦ — TH WH 3:12 οικτιρμου ¦ οικτιρμων 𝔐pt TR ¦ οικτειρμου TH § 3:12 πραοτητα ¦ πραυτητα CT * 3:13 χριστος ¦ κυριος CT 3:14 ητις ¦ ο CT 3:15 θεου 95.2% ¦ χριστου CT 4.8% § 3:15 γινεσθε ¦ γεινεσθε TH * 3:16 και υμνοις και ¦ υμνοις CT 3:16 χαριτι ¦ τη χαριτι NA 3:16 τη καρδια ¦ ταις καρδιαις CT § 3:16 κυριω ¦ θεω CT * 3:17 αν ¦ εαν CT 3:17 και ¦ — CT 3:18 ιδιοις ¦ — ANT CT § 3:20 εστιν ευαρεστον ¦ ευαρεστον εστιν CT * 3:20 εν ¦ τω ANT TR 3:22 οφθαλμοδουλειαις ¦ οφθαλμοδουλιαις ANT PCK SBL WH ¦ οφθαλμοδουλια NA 3:22 θεον ¦ κυριον CT § 3:23 και παν ο τι εαν 59.6% ¦ και παν ο τι αν MSS 13.9% ¦ και παν ο εαν MSS 9.5% ¦ ο εαν CT 2.9% * 3:24 ληψεσθε ¦ αποληψεσθε ANT TR ¦ απολημψεσθε CT 3:24 γαρ ¦ — CT 3:25 δε ¦ γαρ CT § 3:25 κομιειται ¦ κομισεται NA SBL WH * 3:25 προσωποληψια ¦ προσωπολημψια CT