2
The Man of Sin
1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, 2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς *μήτε θροεῖσθαι, μήτε διὰ †πνεύματος μήτε διὰ λόγου μήτε δι᾽ ἐπιστολῆς ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ ‡Χριστοῦ· 3 μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς §ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, 4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ *πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ †ὡς Θεὸν καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός. 5 οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; 6 καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ‡ἑαυτοῦ καιρῷ. 7 τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. 8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος §ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, 9 οὗ ἐστιν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους 10 καὶ ἐν πάσῃ ἀπάτῃ *τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. 11 καὶ διὰ τοῦτο †πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12 ἵνα κριθῶσι ‡πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ §ἀλλ᾽ εὐδοκήσαντες *ἐν τῇ ἀδικίᾳ.
Chosen for Salvation
13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι †εἵλετο ὑμᾶς ὁ Θεὸς ‡ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας, 14 εἰς ὃ §ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 15 Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.
16 Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ *ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι †ὑμᾶς ἐν παντὶ ‡λόγῳ καὶ ἔργῳ ἀγαθῷ.
* 2:2 μητε ¦ μηδε ᴄᴛ † 2:2 πνευματος ¦ του πνευματος ᴀɴᴛ ‡ 2:2 χριστου ¦ κυριου ᴄᴛ § 2:3 αμαρτιας 93.5% ¦ ανομιας ᴄᴛ 5.5% * 2:4 παντα ¦ παν το ꜱᴄʀ † 2:4 ως θεον καθισαι 78.4% ¦ καθισαι ᴄᴛ 7.7% ¦ καθισαι ως θεον ᴍꜱꜱ 7.4% ‡ 2:6 ἑαυτοῦ ¦ αὐτοῦ ᴡʜ § 2:8 αναλωσει 82.6% ¦ ιησους αναλωσει ᴍꜱꜱ 8.2% ¦ ιησους ανελει ᴄᴛ 4.4% * 2:10 της αδικιας εν ¦ αδικιας ᴄᴛ † 2:11 πεμψει ¦ πεμπει ᴄᴛ ‡ 2:12 παντες ¦ απαντες ᴛʜ § 2:12 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ * 2:12 εν ¦ — ᴄᴛ † 2:13 ειλετο ¦ ειλατο ᴄᴛ ‡ 2:13 απ αρχης ¦ απαρχην ɴᴀ ꜱʙʟ § 2:14 εκαλεσεν ¦ και εκαλεσεν ɴᴀ * 2:16 ο θεος και ¦ ο θεος ο ɴᴀ ᴛʜ ᴡʜ ¦ θεος ο ꜱʙʟ † 2:17 υμας ¦ — ᴄᴛ ‡ 2:17 λογω και εργω ¦ εργω και λογω ᴄᴛ