ΙΟΥΔΑ
ΕΠΙΣΤΟΛΗ
1
Greeting
Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ *ἡγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις, κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
Judgment on False Teachers
Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν §χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην *Θεὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν· ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον §τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. δὲ Μιχαὴλ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ *Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλεἶπεν, Ἐπιτιμήσαι σοι Κύριος. 10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. 11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. 12 οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, §συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων *παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· 13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται.
14 Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων, Ἰδού, ἦλθε Κύριος ἐν §ἁγίαις μυριάσιν αὐτοῦ 15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ *ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν καταὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. 16 οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα §ὠφελείας χάριν.
A Call to Persevere in the Faith
17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν *ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19 οὗτοί εἰσιν οἱ §ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες. 20 ἡμεῖς δέ, ἀγαπητοί, *τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι, 21 ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. 22 καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι, 23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
Doxology
24 Τῷ δὲ δυναμένῳ φυλάξαι §αὐτοὺς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 25 μόνῳ *σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, §καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας.
Ἀμήν.
* 1:1 ηγιασμενοις [90.2%] ¦ ηγαπημενοις ᴄᴛ [8.9%] 1:3 κοινης 83.7% ¦ κοινης ημων ᴄᴛ 11.1% 1:4 παρεισεδυσαν [98.2%] ¦ παρεισεδυησαν ᴡʜ [0.4%] § 1:4 χαριν [99.3%] ¦ χαριτα ᴄᴛ [0.7%] * 1:4 θεον 78.7% ¦ — ᴀɴᴛ ᴄᴛ 12.9% 1:5 υμας απαξ τουτο οτι ο κυριος 69.4% ¦ απαξ τουτο οτι ο κυριος ᴍꜱꜱ 6.7% ¦ υμας τουτο απαξ οτι ο κυριος ᴍꜱꜱ 5.4% ¦ υμας απαξ παντα οτι ιησους ɴᴀ ꜱʙʟ 0.2% ¦ απαξ παντα οτι ιησους ᴛʜ 0.2% ¦ απαξ παντα οτι κυριος ᴡʜ 0% 1:6 αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ § 1:7 τουτοις τροπον [84.1%] ¦ τροπον τουτοις ᴄᴛ [8.4%] * 1:9 μωσεως ʙ75 [60.1%] ¦ μωυσεως ʙ59 ᴄᴛ ʀᴘ [36.4%] 1:9 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ 1:12 εν [85.7%] ¦ οι εν ᴄᴛ [14.1%] § 1:12 συνευωχουμενοι [83.6%] ¦ συνευωχουμενοι υμιν ꜱᴄʀ [16.4%] * 1:12 παραφερομεναι [87.4%] ¦ περιφερομεναι ᴛʀ [4.7%] 1:13 τον αιωνα ʙ80 [37%] ¦ αιωνα ʙ49 ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ [54.6%] ¦ αιωνας ᴍꜱꜱ [7.9%] 1:14 προεφητευσε [97.4%] ¦ επροφητευσε ᴡʜ [0.4%] § 1:14 αγιαις μυριασιν [88.4%] ¦ μυριασιν αγιαις ᴛʀ [5.1%] * 1:15 ελεγξαι [88%] ¦ εξελεγξαι ᴛʀ [10.2%] 1:15 παντας τους ασεβεις αυτων 79.5% ¦ παντας τους ασεβεις ꜱʙʟ ᴛʜ ᴡʜ 15.8% ¦ πασαν ψυχην ɴᴀ 0.6% 1:16 αυτων ʙ73 [48.3%] ¦ εαυτων ʙ59 ɴᴀ ᴘᴄᴋ [47.2%] § 1:16 ωφελειας ¦ ωφελιας ᴡʜ * 1:17 ρηματων των προειρημενων [90.8%] ¦ προειρημενων ρηματων ᴇᴄᴍ† [7%] 1:18 οτι ᴇᴄᴍ† [98.5%] ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ [1.5%] 1:18 εν εσχατω χρονω 77.8% ¦ επ εσχατων των χρονων ᴍꜱꜱ 5.4% ¦ επ εσχατου χρονου ᴄᴛ 1.4% § 1:19 αποδιοριζοντες [77.5%] ¦ αποδιοριζοντες εαυτους ꜱᴄʀ [20.8%] * 1:20 τη αγιωτατη υμων πιστει εποικοδομουντες εαυτους [78%] ¦ εποικοδομουντες εαυτους τη αγιωτατη υμων πιστει ᴄᴛ [9.5%] ¦ τη αγιωτατη ημων πιστει εποικοδομουντες εαυτους ᴍꜱꜱ [6.2%] 1:22 ελεειτε διακρινομενοι [88%] ¦ ελεγχετε διακρινομενους ᴛʜ [6.9%] ¦ ελεατε διακρινομενους ɴᴀ ꜱʙʟ ᴡʜ [2.1%] 1:23 ους δε εν φοβω σωζετε εκ πυρος αρπαζοντες 66.9% ¦ ους δε εν φοβω σωζετε εκ του πυρος αρπαζοντες ᴀɴᴛ ᴛʀ 8% ¦ ους δε σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω ɴᴀ ꜱʙʟ ᴛʜ 5% ¦ σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω ᴡʜ 0.2% § 1:24 αυτους απταιστους 63% ¦ υμας απταιστους ᴄᴛ ꜱᴄʀ 21.9% ¦ υμας απταιστους και ασπιλους ᴍꜱꜱ 7.4% * 1:25 σοφω θεω 82.3% ¦ θεω ᴄᴛ 7.4% ¦ σοφω ᴍꜱꜱ 5.5% 1:25 ημων 77.9% ¦ ημων δια ιησου χριστου του κυριου ημων ᴄᴛ 21.1% 1:25 και [86.4%] ¦ — ᴄᴛ [11.2%] § 1:25 και 78.4% ¦ προ παντος του αιωνος και ᴄᴛ 13.2% ¦ προ παντος αιωνος και ᴍꜱꜱ 8.2%