11
Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ *Μαρία ἀλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ἀδελφὸς Λάζαρος ἠσθένει. Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀκούσας δὲ Ἰησοῦς εἶπεν, Αὕτη ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ υἱὸς τοῦ Θεοῦ διαὐτῆς. Ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας. Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. Λέγουσιν αὐτῷ οἱ μαθηταί, Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἀπεκρίθη §Ἰησοῦς, Οὐχὶ δώδεκά *εἰσιν ὧραι τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. 10 Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12  Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, Κύριε, εἰ κεκοίμηται, σωθήσεται. 13 Εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 Τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανε. 15 Καὶ χαίρω διὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· §ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 Εἶπεν οὖν Θωμᾶς, λεγόμενος Δίδυμος, τοῖς *συμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μεταὐτοῦ.
17 Ἐλθὼν οὖν Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. 18 Ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε· 19  §καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς *τὰς περὶ Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. 20  οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι §Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· *Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 Εἶπεν οὖν Μάρθα πρὸς τὸν Ἰησοῦν, Κύριε, εἰ ἦς ὧδε, § ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. 22  *Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι Θεός. 23 Λέγει αὐτῇ Ἰησοῦς, Ἀναστήσεται ἀδελφός σου. 24 Λέγει αὐτῷ Μάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 Εἶπεν αὐτῇ Ἰησοῦς, Ἐγώ εἰμι ἀνάστασις καὶ ζωή· πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· 26 καὶ πᾶς ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; 27 Λέγει αὐτῷ, Ναί, Κύριε· ἐγὼ πεπίστευκα, ὅτι σὺ εἶ Χριστός, υἱὸς τοῦ Θεοῦ, εἰς τὸν κόσμον ἐρχόμενος.
28 Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε, καὶ ἐφώνησε §Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ, *εἰποῦσα, διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. 29  Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ §ἔρχεται πρὸς αὐτόν. 30 Οὔπω δὲ ἐληλύθει Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ*ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα. 31 Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μεταὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι Ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ. 32  οὖν §Μαρία, ὡς ἦλθεν ὅπου ἦν * Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπε, Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε. 35 Ἐδάκρυσεν Ἰησοῦς. 36 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν. 37 Τινὲς δὲ ἐξ αὐτῶν §εἶπον, Οὐκ *ἠδύνατο οὗτος, ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπαὐτῷ. 39 Λέγει Ἰησοῦς, Ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα, Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. 40 Λέγει αὐτῇ Ἰησοῦς, Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; 41 Ἦραν οὖν τὸν λίθον, §οὗ ἦν τεθνηκὼς κείμενος. δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42 Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασε, Λάζαρε, δεῦρο ἔξω. 44  *Καὶ ἐξῆλθεν τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς Ἰησοῦς, Λύσατε αὐτόν, καὶ ἄφετε ὑπάγειν.
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν §Μαρίαν καὶ θεασάμενοι * ἐποίησεν Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. 46 Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐποίησεν § Ἰησοῦς. 47 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν; Ὅτι οὗτος ἄνθρωπος πολλὰ *σημεῖα ποιεῖ. 48 Ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49 Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 Τοῦτο δὲ ἀφἑαυτοῦ οὐκ εἶπεν, §ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, *προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53 Ἀπἐκείνης οὖν τῆς ἡμέρας §συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54  *Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν §αὐτοῦ.
55 Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί *δοκεῖ ὑμῖν; Ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 Δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολήν, ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
* 11:2 μαρια ¦ μαριαμ NA SBL WH 11:2 αυτης ¦ εαυτης PCK 11:8 ραββι ¦ ραββει TH WH § 11:9 ιησους ¦ ο ιησους TR * 11:9 εισιν ωραι ¦ ωραι εισι CT PCK 11:12 ειπον ¦ ειπαν NA SBL WH 11:12 αυτου ¦ αυτω CT § 11:15 αλλα ¦ αλλ ANT NA28 TR * 11:16 συμμαθηταις ¦ συνμαθηταις TH WH 11:17 ημερας ηδη ¦ ηδη ημερας CT 11:18 η ¦ — WH § 11:19 και πολλοι ¦ πολλοι δε CT * 11:19 τας περι ¦ την CT 11:19 μαριαν ¦ μαριαμ CT 11:19 αυτων ¦ — CT § 11:20 ιησους ¦ ο ιησους ANT TR * 11:20 μαρια ¦ μαριαμ NA WH 11:21 μαρθα ¦ η μαρθα ANT CT TR 11:21 τον ¦ — WH § 11:21 ο αδελφος μου ουκ αν ετεθνηκει ¦ ουκ αν απεθανεν ο αδελφος μου NA SBL WH * 11:22 αλλα ¦ — SBL WH 11:24 μαρθα ¦ η μαρθα NA SBL WH 11:28 ταυτα ¦ τουτο CT § 11:28 μαριαν ¦ μαριαμ CT * 11:28 ειπουσα ¦ ειπασα WH 11:29 εκεινη ¦ εκεινη δε CT 11:29 εγειρεται ¦ ηγερθη CT § 11:29 ερχεται ¦ ηρχετο CT * 11:30 ην ¦ ην ετι CT 11:31 μαριαν ¦ μαριαμ CT 11:31 λεγοντες ¦ δοξαντες CT § 11:32 μαρια ¦ μαριαμ NA SBL WH * 11:32 ο ¦ — CT 11:32 αυτου εις τους ποδας ¦ εις τους ποδας αυτου TR ¦ αυτου προς τους ποδας CT 11:32 απεθανε μου ¦ μου απεθανεν CT § 11:37 ειπον ¦ ειπαν NA SBL WH * 11:37 ηδυνατο ¦ εδυνατο CT 11:39 τεθνηκοτος ¦ τετελευτηκοτος CT 11:40 οψει ¦ οψη CT § 11:41 ου ην ο τεθνηκως κειμενος ¦ — CT * 11:44 και ¦ — CT 11:44 αυτοις ο ιησους ¦ ο ιησους αυτοις WH 11:44 αφετε ¦ αφετε αυτον CT § 11:45 μαριαν ¦ μαριαμ CT * 11:45 α εποιησεν ο ιησους ¦ α εποιησεν NA SBL TH ¦ ο εποιησεν WH 11:46 ειπον ¦ ειπαν NA SBL WH 11:46 α ¦ οσα PCK § 11:46 ο ¦ — NA SBL WH * 11:47 σημεια ποιει ¦ ποιει σημεια CT 11:50 διαλογιζεσθε ¦ λογιζεσθε CT 11:50 ημιν ¦ υμιν CT § 11:51 αλλα ¦ αλλ NA28 * 11:51 προεφητευσεν ¦ επροφητευσεν CT 11:51 εμελλεν ¦ ημελλεν TH 11:51 ιησους ¦ ο ιησους ANT PCK TR § 11:53 συνεβουλευσαντο ¦ εβουλευσαντο CT * 11:54 ιησους ουν ¦ ο ουν ιησους CT 11:54 αλλα ¦ αλλ NA28 11:54 διετριβε ¦ εμεινε CT § 11:54 αυτου ¦ — CT * 11:56 δοκει υμιν ¦ υμιν δοκει PCK 11:57 και ¦ — CT 11:57 εντολην ¦ εντολας CT