14
I Am the Way, the Truth, and the Life
Μὴ ταρασσέσθω ὑμῶν καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν *ὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τόπον· πάλιν ἔρχομαι καὶ §παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, *καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ § Ἰησοῦς, Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ διἐμοῦ. Εἰ *ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπἄρτι §γινώσκετε αὐτόν, καὶ ἑωράκατε *αὐτόν.
Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ Ἰησοῦς, Τοσοῦτον χρόνον μεθὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα; 10 Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἐγὼ §λαλῶ ὑμῖν, ἀπἐμαυτοῦ οὐ λαλῶ· δὲ πατὴρ * ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. 11 Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ §μοι. 12 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα *μου πορεύομαι. 13 Καὶ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ πατὴρ ἐν τῷ υἱῷ. 14 Ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.
Jesus Promises to Send the Holy Spirit
15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς §τηρήσατε. 16 *Καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθὑμῶν εἰς τὸν αἰῶνα, 17 τὸ πνεῦμα τῆς ἀληθείας, κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει §αὐτό. Ὑμεῖς *δὲ γινώσκετε αὐτό, ὅτι παρὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.
18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. 19 Ἔτι μικρὸν καὶ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς §ζήσεσθε. 20 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ *γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, καὶ ἐγὼ ἐν ὑμῖν. 21  ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ἀγαπῶν με· δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 Λέγει αὐτῷ Ἰούδας, οὐχ Ἰσκαριώτης, Κύριε, §καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ; 23 Ἀπεκρίθη *Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παραὐτῷ ποιήσομεν. 24  μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25 Ταῦτα λελάληκα ὑμῖν παρὑμῖν μένων. 26  δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, πέμψει πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα εἶπον ὑμῖν. 27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν καρδία, μηδὲ δειλιάτω. 28 Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι §εἶπον, Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι πατήρ *μου μείζων μού ἐστι. 29 Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε. 30 Οὐκέτι πολλὰ λαλήσω μεθὑμῶν· ἔρχεται γὰρ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· 31 ἀλλἵνα γνῷ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι πατήρ, οὕτω ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
* 14:2 υμιν ¦ υμιν οτι CT 14:3 ετοιμασω ¦ και ετοιμασω 𝔐pt ANT CT HF PCK TR ¦ ετοιμασαι 𝔐pt 14:3 υμιν τοπον ¦ τοπον υμιν CT § 14:3 παραληψομαι ¦ παραλημψομαι CT * 14:4 και την οδον οιδατε ¦ την οδον CT 14:5 και ¦ — CT 14:5 δυναμεθα την οδον ειδεναι ¦ οιδαμεν την οδον WH § 14:6 ο ¦ — WH * 14:7 εγνωκειτε ¦ εγνωκατε NA 14:7 εγνωκειτε αν ¦ γνωσεσθε NA ¦ αν ηδειτε SBL TH WH 14:7 και ¦ — SBL TH WH § 14:7 γινωσκετε ¦ γεινωσκετε TH * 14:7 αυτον ¦ — WH 14:9 τοσουτον χρονον ¦ τοσουτω χρονω NA SBL 14:9 και ¦ — CT § 14:10 λαλω ¦ λεγω CT * 14:10 ο ¦ — CT 14:10 αυτος ¦ — CT 14:10 εργα ¦ εργα αυτου CT § 14:11 μοι ¦ — CT * 14:12 μου ¦ — CT 14:14 με ¦ — 𝔐pt ANT HF PCK TR 14:14 εγω ¦ τουτο WH § 14:15 τηρησατε ¦ τηρησετε CT * 14:16 και εγω ¦ καγω CT 14:16 μενη μεθ υμων εις τον αιωνα ¦ μεθ υμων εις τον αιωνα η NA TH ¦ η μεθ υμων εις τον αιωνα SBL WH 14:17 γινωσκει ¦ γεινωσκει TH § 14:17 αυτο ¦ — CT * 14:17 δε ¦ — CT 14:17 γινωσκετε ¦ γεινωσκετε TH 14:17 εσται ¦ εστιν WH § 14:19 ζησεσθε ¦ ζησετε CT * 14:20 γνωσεσθε υμεις ¦ υμεις γνωσεσθε WH 14:20 και εγω ¦ καγω ANT CT HF PCK TR 14:21 και εγω ¦ καγω CT § 14:22 και ¦ — SBL TH TR WH * 14:23 ιησους ¦ ο ιησους TR 14:23 ποιησομεν ¦ ποιησομεθα CT 14:26 υμιν ¦ υμιν εγω NA WH § 14:28 ειπον ¦ — CT * 14:28 μου ¦ — NA SBL WH 14:30 κοσμου ¦ κοσμου τουτου TR 14:31 ενετειλατο ¦ εντολην εδωκε WH