3
The Preaching of John the Baptist
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου *Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς §Ἀβιληνῆς *τετραρχοῦντος, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ §Ἰωάννην τὸν *Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου λέγοντος,
 
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
Πᾶσα §φάραγξ πληρωθήσεται
καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται,
καὶ ἔσται τὰ σκολιὰ εἰς *εὐθεῖαν
καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.
 
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπαὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἁβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. Ἤδη δὲ καὶ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιήσωμεν; 11 Ἀποκριθεὶς δὲ λέγει αὐτοῖς, ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 Ἦλθον δὲ καὶ τελῶναι §βαπτισθῆναι καὶ *εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί ποιήσωμεν; 13  δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14 Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, Καὶ ἡμεῖς τί ποιήσωμεν; Καὶ εἶπε §πρὸς αὐτούς, Μηδένα *διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη Χριστός, 16 ἀπεκρίνατο Ἰωάννης ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, §καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο *τὸν λαόν. 19  δὲ Ἡρῴδης τετράρχης, ἐλεγχόμενος ὑπαὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν Ἡρῴδης, 20 προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, §καὶ κατέκλεισε τὸν *Ἰωάννην ἐν τῇ φυλακῇ.
The Baptism of Jesus
21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπαὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι §λέγουσαν, Σὺ εἶ υἱός μου ἀγαπητός· ἐν σοὶ *εὐδόκησα.
The Genealogy of Jesus
23 Καὶ αὐτὸς ἦν Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν, §ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ, τοῦ *Ἠλί, 24 τοῦ Ματθάτ, τοῦ Λευΐ, τοῦ §Μελχί, τοῦ *Ἰαννᾶ, τοῦ Ἰωσήφ, 25 τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλί, τοῦ Ναγγαί, 26 τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεεί, τοῦ §Ἰωσήφ, τοῦ *Ἰούδα, 27 τοῦ Ἰωαννάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, 28 τοῦ §Μελχί, τοῦ *Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ, τοῦ Ἤρ, 29 τοῦ Ἰωσῆ, τοῦ Ἐλιέζερ, τοῦ §Ἰωρείμ, τοῦ *Ματθάτ, τοῦ Λευΐ, 30 τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ §Ἰωνάν, τοῦ *Ἐλιακείμ, 31 τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, τοῦ Ματταθά, τοῦ Νάθαν, τοῦ §Δαυίδ, 32 τοῦ Ἰεσσαί, τοῦ *Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, 33 τοῦ §Ἀμιναδάβ, τοῦ *Ἀράμ, τοῦ Ἰωράμ, τοῦ Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἁβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, 35 τοῦ §Σερούχ, τοῦ *Ῥαγαῦ, τοῦ Φάλεγ, τοῦ Ἔβερ, τοῦ Σαλά, 36 τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ §Ἰάρεδ, τοῦ Μαλελεήλ, τοῦ *Καϊνάν, 38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.
* 3:1 πιλατου ¦ πειλατου ᴛʜ ᴡʜ 3:1 τετραρχουντος ¦ τετρααρχουντος ɴᴀ ꜱʙʟ ᴡʜ 3:1 τετραρχουντος ¦ τετρααρχουντος ɴᴀ ꜱʙʟ ᴡʜ § 3:1 αβιληνης ¦ αβειληνης ᴡʜ * 3:1 τετραρχουντος ¦ τετρααρχουντος ɴᴀ ꜱʙʟ ᴡʜ 3:2 επι ¦ επ ᴀɴᴛ ᴛʀ 3:2 αρχιερεως ¦ αρχιερεων ᴛʀ § 3:2 ιωαννην ¦ ιωανην ᴡʜ * 3:2 ζαχαριου ¦ του ζαχαριου ᴛʀ 3:3 την ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 3:4 λεγοντος ¦ — ᴄᴛ § 3:5 φαραγξ ʙ36 ¦ φαραξ ʙ13 * 3:5 ευθειαν ¦ ευθειας ᴡʜ 3:10 ποιησωμεν ʙ25 ¦ ποιησομεν ʙ24 ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 3:11 λεγει ¦ ελεγεν ᴄᴛ § 3:12 βαπτισθηναι ¦ βαπτισθηναι υπ αυτου ᴘᴄᴋ * 3:12 ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ 3:12 ποιησωμεν ʙ27 ¦ ποιησομεν ʙ22 ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 3:14 και ημεις τι ποιησωμεν ʙ24 ¦ και ημεις τι ποιησομεν ʙ24 ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ τι ποιησωμεν και ημεις ᴄᴛ § 3:14 προς αυτους ¦ αυτοις ᴄᴛ * 3:14 διασεισητε μηδε συκοφαντησητε ¦ συκοφαντησητε μηδε διασεισητε ᴀɴᴛ 3:15 ιωαννου ¦ ιωανου ᴡʜ 3:16 ο ιωαννης απασι λεγων ¦ λεγων πασιν ο ιωαννης ɴᴀ ꜱʙʟ ᴛʜ ¦ λεγων πασιν ο ιωανης ᴡʜ § 3:17 και διακαθαριει … συναξει ¦ διακαθαραι … συναγαγειν ᴄᴛ * 3:18 τον λαον ¦ τω λαω ᴘᴄᴋ 3:19 τετραρχης ¦ τετρααρχης ɴᴀ ꜱʙʟ ᴡʜ 3:19 του ¦ φιλιππου του ᴛʀ § 3:20 και ¦ — ᴛʜ ᴡʜ * 3:20 ιωαννην ¦ ιωανην ᴡʜ 3:20 τη ¦ — ᴄᴛ 3:22 ωσει ¦ ως ᴄᴛ § 3:22 λεγουσαν ¦ — ᴄᴛ * 3:22 ευδοκησα ʙ33 ¦ ηυδοκησα ʙ17 ᴛʀ 3:23 ο ¦ — ᴄᴛ 3:23 ωσει ετων τριακοντα αρχομενος ¦ αρχομενος ωσει ετων τριακοντα ᴄᴛ § 3:23 ως ενομιζετο υιος ¦ υιος ως ενομιζετο ᴄᴛ * 3:23 ηλι ʙ25 ¦ ηλει ʙ22 ᴘᴄᴋ ᴛʜ ᴡʜ 3:24 ματθατ ʙ30 ¦ ματθαν ʙ17 ᴀɴᴛ ᴘᴄᴋ ¦ μαθθατ ɴᴀ ꜱʙʟ 3:24 λευι ¦ λευει ᴛʜ ᴡʜ § 3:24 μελχι ¦ μελχει ᴛʜ ᴡʜ * 3:24 ιαννα ¦ ιωαννα ᴀɴᴛ ¦ ιανναι ᴄᴛ 3:25 εσλι ʙ22 ¦ εσλει ʙ18 ᴛʜ ᴡʜ ¦ εσλιμ ᴀɴᴛ 3:26 σεμεει ʙ27 ¦ σεμει ʙ21 ʀᴘ § 3:26 ιωσηφ ¦ ιωσηχ ᴀɴᴛ ᴄᴛ * 3:26 ιουδα ¦ ιωδα ᴀɴᴛ ᴄᴛ 3:27 ιωανναν ʙ15 ¦ ιωαναν ʙ16 ᴄᴛ ʜꜰ ʀᴘ ¦ ιωναν ʙ7 ¦ ιωαννα ʙ6 ᴛʀ 3:27 νηρι ¦ νηρει ᴛʜ ᴡʜ § 3:28 μελχι ¦ μελχει ᴛʜ ᴡʜ * 3:28 αδδι ¦ αδδει ᴛʜ ᴡʜ 3:28 ελμωδαμ ¦ ελμαδαμ ᴄᴛ 3:29 ιωση ¦ ιησου ᴄᴛ § 3:29 ιωρειμ ¦ ιωριμ ɴᴀ ꜱʙʟ * 3:29 ματθατ ¦ μαθθατ ᴄᴛ 3:29 λευι ¦ λευει ᴛʜ ᴡʜ 3:30 συμεων ¦ σιμεων ꜱᴄʀ § 3:30 ιωναν ʙ27 ¦ ιωανναν ʙ10 ¦ ιωναμ ᴄᴛ ᴘᴄᴋ ¦ ιωνα ᴀɴᴛ * 3:30 ελιακειμ ¦ ελιακιμ ɴᴀ ꜱʙʟ 3:31 μαιναν ¦ μεναμ ꜱᴄʀ ¦ μεννα ᴄᴛ 3:31 ναθαν ¦ ναθαμ ᴄᴛ § 3:31 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ * 3:32 ωβηδ ¦ ιωβηδ ɴᴀ ᴛʜ ¦ ιωβηλ ꜱʙʟ ᴡʜ 3:32 βοοζ ¦ βοος ᴄᴛ 3:32 σαλμων ¦ σαλα ᴄᴛ § 3:33 αμιναδαβ ʙ33 ¦ αμιναδαμ ʙ16 ¦ αμιναδαβ του αδμιν ɴᴀ ꜱʙʟ ¦ αμιναδαβ του αδμειν ᴛʜ ¦ αδμειν ᴡʜ * 3:33 αραμ του ιωραμ ʙ31 ¦ αραμ ʙ12 ʀᴘ ᴛʀ ¦ αρνι ɴᴀ ꜱʙʟ ¦ αρνει ᴛʜ ᴡʜ 3:33 εσρωμ ¦ εσρων ᴡʜ 3:34 θαρα ʙ33 KX(78) ¦ θαρρα ʙ16 KX(87) ʜꜰ ᴘᴄᴋ § 3:35 σερουχ ¦ σαρουχ ᴛʀ * 3:35 ραγαυ ¦ ραγαβ ᴘᴄᴋ 3:35 φαλεγ ʙ33 ¦ φαλεκ ʙ16 ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 3:36 καιναν ¦ καιναμ ᴄᴛ § 3:37 ιαρεδ ¦ ιαρετ ᴄᴛ * 3:37 καιναν ¦ καιναμ ɴᴀ ꜱʙʟ ᴡʜ