8
The Feeding of the Four Thousand
Ἐν ἐκείναις ταῖς ἡμέραις *παμπόλλου ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη §ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἐὰν ἀπολύσω αὐτοὺς *νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν §μακρόθεν *ἥκουσι. καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπἐρημίας; καὶ ἐπηρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; οἱ δὲ §εἶπον, Ἑπτά. καὶ *παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσι, καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ §εἶχον ἰχθύδια ὀλίγα· καὶ *εὐλογήσας εἶπε παραθεῖναι καὶ αὐτά. ἔφαγον δὲ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ §σπυρίδας. ἦσαν δὲ *οἱ φαγόντες ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. 10 καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
The Pharisees Ask For a Sign
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο §συζητεῖν αὐτῷ, ζητοῦντες παραὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί γενεὰ αὕτη *σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺς ἐμβὰς πάλιν §εἰς πλοῖον ἀπῆλθεν *εἰς τὸ πέραν.
The Leaven of the Pharisees and Herod
14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν. 17 καὶ γνοὺς § Ἰησοῦς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; *ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε; 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους §πλήρεις κλασμάτων ἤρατε; λέγουσιν αὐτῷ, Δώδεκα. 20 ὅτε *δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; §οἱ δὲ εἶπον, Ἑπτά. 21 καὶ *ἔλεγεν αὐτοῖς, Πῶς οὐ συνίετε;
Jesus Heals a Blind Man at Bethsaida
22 Καὶ ἔρχεται εἰς §Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ *ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι βλέπει. 24 καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 εἶτα πάλιν §ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ *ἐποίησεν αὐτὸν ἀναβλέψαι. καὶ ἀποκατεστάθη καὶ ἀνέβλεψε τηλαυγῶς §ἅπαντας. 26 καὶ ἀπέστειλεν αὐτὸν εἰς *οἶκον αὐτοῦ λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
Peter Declares That Jesus Is the Christ
27 Καὶ ἐξῆλθεν Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ §ἀπεκρίθησαν, *Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν· ἄλλοι δὲ ἕνα τῶν προφητῶν. 29 καὶ αὐτὸς §λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς *δὲ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ Χριστός. 30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
Jesus Predicts His Death and Resurrection
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ §τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος *αὐτὸν Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33  δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησε τῷ Πέτρῳ λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς, §Ὅστις θέλει ὀπίσω μου *ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δἂν §ἀπολέσῃ τὴν *ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει §ἄνθρωπον *ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37  τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ §ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
* 8:1 παμπολλου ʙ28 (παμπολου ʙ17) 95.5% ¦ παλιν πολλου ᴀɴᴛ ᴄᴛ 3.4% {Note: Text und Textwert combines παμπολλου and παμπολου in its collation.} 8:1 ο ιησους ¦ — ᴄᴛ 8:1 αυτου ᴇᴄᴍ† ¦ — ᴄᴛ § 8:2 ημεραι ʙ29 ¦ ημερας ʙ16 ᴘᴄᴋ ᴛʀ * 8:3 νηστεις ¦ νηστις ᴘᴄᴋ 8:3 τινες γαρ ¦ και τινες ᴄᴛ 8:3 αυτων ʙ33 ¦ εξ αυτων ʙ12 § 8:3 μακροθεν ¦ απο μακροθεν ᴀɴᴛ ᴄᴛ * 8:3 ηκουσι ¦ ηκασι ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ᴛʀ ¦ εισι ᴡʜ 8:4 αυτου ¦ αυτου οτι ᴄᴛ 8:5 επηρωτα ¦ ηρωτα ᴄᴛ § 8:5 ειπον ¦ ειπαν ᴄᴛ * 8:6 παρηγγειλε ¦ παραγγελλει ᴄᴛ 8:6 ευχαριστησας ¦ και ευχαριστησας ᴘᴄᴋ 8:6 παραθωσι ¦ παρατιθωσι ᴀɴᴛ ᴄᴛ § 8:7 ειχον ¦ ειχαν ᴛʜ ᴡʜ * 8:7 ευλογησας 79.6% ¦ ταυτα ευλογησας ᴍꜱꜱ 9.2% ¦ αυτα ευλογησας ᴀɴᴛ 7.7% ¦ ευλογησας αυτα ᴄᴛ 2.2% 8:7 παραθειναι και αυτα ʙ21 KX(81) ¦ παραθηναι και αυτα ʙ24 KX(83) ¦ παρατιθεναι και αυτα ᴀɴᴛ ¦ και ταυτα παρατιθεναι ᴄᴛ 8:8 εφαγον δε ¦ και εφαγον ᴄᴛ § 8:8 σπυριδας ¦ σφυριδας ᴡʜ * 8:9 οι φαγοντες ¦ — ᴀɴᴛ ᴄᴛ 8:9 τετρακισχιλιοι ¦ τετρακισχειλιοι ᴛʜ 8:10 ευθεως εμβας ¦ εμβας ευθυς ᴀɴᴛ ¦ ευθυς εμβας ᴄᴛ § 8:11 συζητειν ¦ συνζητειν ᴛʜ ᴡʜ * 8:12 σημειον επιζητει ¦ ζητει σημειον ᴄᴛ 8:12 υμιν 99.5% ¦ — ᴡʜ 0.3% 8:13 εμβας παλιν ¦ παλιν εμβας ᴄᴛ ¦ — ᴀɴᴛ § 8:13 εις πλοιον ʙ774 61.9% ¦ εις το πλοιον ʙ503 ᴀɴᴛ ᴛʜ ᴛʀ 37.4% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.4% * 8:13 εις το περαν ¦ παλιν ᴀɴᴛ 8:14 επελαθοντο ¦ επελαθοντο οι μαθηται αυτου ᴘᴄᴋ ¦ επελαθοντο οι μαθηται ꜱᴄʀ 8:16 λεγοντες οτι αρτους ουκ εχομεν ¦ οτι αρτους ουκ εχουσι ᴄᴛ § 8:17 ο ιησους ᴇᴄᴍ† 98.2% ¦ — ᴄᴛ 0.4% * 8:17 ετι ¦ — ᴄᴛ 8:19 πεντακισχιλιους ¦ πεντακισχειλιους ᴛʜ 8:19 ποσους ¦ και ποσους ᴀɴᴛ § 8:19 πληρεις κλασματων ¦ κλασματων πληρεις ᴀɴᴛ ᴄᴛ * 8:20 δε 95.7% ¦ και ᴇᴄᴍ† ꜱʙʟ 0.4% ¦ — ɴᴀ ᴡʜ 1.3% 8:20 τετρακισχιλιους ¦ τετρακισχειλιους ᴛʜ 8:20 σπυριδων ¦ σφυριδων ᴡʜ § 8:20 οι δε ειπον (ειπαν ᴛʜ) ᴇᴄᴍ† 98.2% ¦ και λεγουσιν αυτω ɴᴀ ꜱʙʟ ᴡʜ 1.1% * 8:21 ελεγεν ʙ31 ¦ λεγει ʙ14 ᴘᴄᴋ 8:21 πως ου ¦ πως ουπω ᴘᴄᴋ ᴛʜ ¦ ουπω ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ 8:22 ερχεται ¦ ερχονται ᴄᴛ § 8:22 βηθσαιδαν ʙ914 72.9% ¦ βηθσαιδα ʙ345 ᴀɴᴛ ꜱᴄʀ 25.3% * 8:23 εξηγαγεν 98.1% ¦ εξηνεγκεν ᴄᴛ 1% 8:23 βλεπει 98.2% ¦ βλεπεις ᴄᴛ 0.7% 8:24 οτι ως δενδρα ορω ¦ ως δενδρα ᴀɴᴛ ꜱᴄʀ § 8:25 επεθηκε 98.6% ¦ εθηκε ᴡʜ 0.4% * 8:25 εποιησεν αυτον αναβλεψαι ¦ διεβλεψε ᴄᴛ 8:25 αποκατεσταθη ʙ17 ¦ απεκατεσταθη ʙ8 ¦ απεκατεστη ᴄᴛ 8:25 ανεβλεψε ʙ26 ¦ ενεβλεψε ʙ14 ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ ενεβλεπε ᴄᴛ § 8:25 απαντας ¦ απαντα ᴄᴛ * 8:26 οικον ʙ31 KX(69) ¦ τον οικον ʙ13 KX(96) ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ 8:26 μηδε ειπης τινι εν τη κωμη 93.6% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.6% 8:27 καισαρειας ¦ καισαριας ᴡʜ § 8:28 απεκριθησαν ¦ ειπαν αυτω λεγοντες οτι ɴᴀ ꜱʙʟ ᴡʜ ¦ ειπαν αυτω λεγοντες ᴇᴄᴍ† ᴛʜ * 8:28 ιωαννην ¦ ιωανην ᴡʜ 8:28 ηλιαν ¦ ηλειαν ᴡʜ 8:28 ενα ¦ οτι εις ᴄᴛ § 8:29 λεγει αυτοις ᴇᴄᴍ† ¦ επηρωτα αυτους ᴄᴛ * 8:29 δε ¦ — ᴄᴛ 8:31 απο ¦ υπο ᴄᴛ 8:31 των ¦ — ᴛʀ § 8:31 των ¦ — ᴛʀ * 8:32 αυτον ο πετρος ¦ ο πετρος αυτον ɴᴀ ꜱʙʟ ᴡʜ 8:33 τω ¦ — ᴄᴛ 8:33 λεγων ¦ και λεγει ᴄᴛ § 8:34 οστις ᴇᴄᴍ† ¦ ει τις ᴄᴛ * 8:34 ελθειν ʙ27 ¦ ακολουθειν ʙ18 ᴀɴᴛ ɴᴀ ʜꜰ ᴘᴄᴋ ʀᴘ 8:35 αν ¦ εαν ᴄᴛ 8:35 ψυχην αυτου 99.6% ¦ εαυτου ψυχην ᴡʜ 0.3% § 8:35 απολεση ¦ απολεσει ꜱʙʟ ᴛʜ ᴡʜ * 8:35 εαυτου ψυχην ¦ ψυχην αυτου ᴄᴛ ᴘᴄᴋ ᴛʀ 8:35 ουτος ¦ — ᴄᴛ 8:36 ωφελησει ᴇᴄᴍ† ¦ ωφελει ᴄᴛ § 8:36 ανθρωπον ¦ τον ανθρωπον ᴛʜ * 8:36 εαν κερδηση τον κοσμον ολον και ζημιωθη ¦ κερδησαι τον κοσμον ολον και ζημιωθηναι ᴄᴛ 8:37 η τι ¦ τι γαρ ᴄᴛ 8:37 δωσει ¦ δοι ᴄᴛ § 8:38 εαν ʙ28 ¦ αν ʙ16 ᴛʀ