10
The Twelve Apostles
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά *ἐστι ταῦτα· πρῶτος Σίμων λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ἀδελφὸς αὐτοῦ· Ἰάκωβος τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ἀδελφὸς αὐτοῦ· Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶ §Ματθαῖος τελώνης· Ἰάκωβος τοῦ Ἀλφαίου, καὶ *Λεββαῖος ἐπικληθεὶς Θαδδαῖος· Σίμων Κανανίτης, καὶ Ἰούδας Ἰσκαριώτης καὶ παραδοὺς αὐτόν.
Jesus Sends Out the Twelve Apostles
Τούτους τοὺς δώδεκα ἀπέστειλεν Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν §Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι Ἤγγικεν βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, *λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους· ἄξιος γὰρ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. 11 Εἰς ἣν δἂν πόλιν κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι· κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε. 12 Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε §αὐτήν. 13 Καὶ ἐὰν μὲν οἰκία ἀξία, *ἐλθέτω εἰρήνη ὑμῶν ἐπαὐτήν· ἐὰν δὲ μὴ ἀξία, εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι §τῆς οἰκίας τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ *Γομόρρων ἐν ἡμέρᾳ κρίσεως, τῇ πόλει ἐκείνῃ.
Persecutions Will Come
16 Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17 Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19 Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί §λαλήσετε· 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21 Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. 22 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 23 Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν *ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως ἂν ἔλθῃ υἱὸς τοῦ ἀνθρώπου.
24 Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25 Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς διδάσκαλος αὐτοῦ, καὶ δοῦλος ὡς κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην §Βεελζεβοὺλ *ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ;
Fear God Alone
26 Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν οὐ γνωσθήσεται. 27  λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28 Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν §ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· *φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ. 29 Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν· 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. 31 Μὴ οὖν φοβηθῆτε· §πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
Acknowledging Christ
32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν *οὐρανοῖς. 33 Ὅστις δἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν §οὐρανοῖς.
Not Peace, but a Sword
34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. 35 Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· 36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ *οἰκειακοὶ αὐτοῦ. 37  φιλῶν πατέρα μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· καὶ φιλῶν υἱὸν θυγατέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. 39  εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
Rewards
40  δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41  δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· καὶ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. 42 Καὶ ὃς §ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
* 10:2 εστι ¦ εισι ANT PCK 10:2 ιακωβος ¦ και ιακωβος NA WH 10:2 ιωαννης ¦ ιωανης WH § 10:3 ματθαιος ¦ μαθθαιος CT * 10:3 λεββαιος ο επικληθεις 97.6% ¦ — CT 0.4% 10:4 κανανιτης ¦ καναναιος CT 10:4 ισκαριωτης ¦ ο ισκαριωτης ANT CT § 10:5 σαμαρειτων ¦ σαμαριτων NA SBL * 10:8 λεπρους καθαριζετε ¦ λεπρους καθαριζετε νεκρους εγειρετε ANT TR ¦ νεκρους εγειρετε λεπρους καθαριζετε CT 10:10 ραβδους ¦ ραβδον ANT CT ST 10:10 ο εργατης της τροφης αυτου εστιν ¦ εστιν ο εργατης της τροφης αυτου ANT ¦ ο εργατης της τροφης αυτου CT § 10:12 αυτην ¦ αυτην λεγοντες ειρηνη τω οικω τουτω ANT * 10:13 ελθετω ¦ ελθατω CT 10:13 προς ¦ εφ WH 10:14 εαν ¦ αν CT § 10:14 της ¦ εξω της ANT CT * 10:15 γομορρων ¦ γομορρας ANT 10:19 παραδιδωσιν ¦ παραδωσουσιν ANT ¦ παραδωσιν CT 10:19 λαλησητε ¦ λαλησετε ANT PCK § 10:19 λαλησετε ¦ λαλησητε CT * 10:23 αλλην 95.4% ¦ ετεραν CT 1.7% 10:23 αν ¦ — WH 10:25 ο δουλος ¦ τω δουλω ANT § 10:25 βεελζεβουλ ¦ βεελζεβουβ SCR ¦ βεεζεβουλ WH * 10:25 εκαλεσαν ¦ επεκαλεσαν CT HF ¦ απεκαλεσαν PCK 10:25 οικειακους ¦ οικιακους ANT CT TR 10:28 φοβεισθε ¦ φοβηθητε ANT TR WH § 10:28 αποκτενοντων ¦ αποκτεινοντων TR WH ¦ αποκτεννοντων ANT NA SBL TH * 10:28 φοβηθητε ¦ φοβεισθε CT 10:28 την ψυχην και το ¦ ψυχην και 𝔐pt ANT CT PCK TR 10:31 φοβηθητε ¦ φοβεισθε CT § 10:31 πολλων ¦ πολλω PCK * 10:32 ουρανοις ¦ τοις ουρανοις NA WH 10:33 δ αν ¦ δε WH 10:33 αυτον καγω ¦ καγω αυτον CT § 10:33 ουρανοις ¦ τοις ουρανοις NA WH * 10:36 οικειακοι ¦ οικιακοι ANT CT TR 10:41 ληψεται ¦ λημψεται CT 10:41 ληψεται ¦ λημψεται CT § 10:42 εαν ¦ αν CT