13
The Parable of the Sower
Ἐν *δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν Ἰησοῦς ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν. Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν §εἱστήκει. Καὶ ἐλάλησεν αὐτοῖς *πολλὰ ἐν παραβολαῖς, λέγων, Ἰδού, ἐξῆλθεν σπείρων τοῦ σπείρειν. Καὶ ἐν τῷ σπείρειν αὐτόν, μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ §ἀπέπνιξαν αὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπόν, μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα. ἔχων ὦτα *ἀκούειν ἀκουέτω.
The Purpose of Speaking in Parables
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11  δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12 Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ἔχει ἀρθήσεται ἀπαὐτοῦ. 13 Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, §ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσι. 14 Καὶ ἀναπληροῦται *αὐτοῖς προφητεία Ἠσαΐου, λέγουσα,
 
Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε·
καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
15 Ἐπαχύνθη γὰρ καρδία τοῦ λαοῦ τούτου,
καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν,
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·
μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς,
καὶ τοῖς ὠσὶν ἀκούσωσι,
καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι,
καὶ ἰάσομαι αὐτούς.
 
16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι· καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει. 17 Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν βλέπετε, καὶ οὐκ §εἶδον· καὶ ἀκοῦσαι ἀκούετε, καὶ οὐκ ἤκουσαν.
The Parable of the Sower Explained
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ *σπείροντος. 19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται πονηρός, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν παρὰ τὴν ὁδὸν σπαρείς. 20  δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς §λαμβάνων αὐτόν· 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. 22  δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων, καὶ μέριμνα τοῦ αἰῶνος *τούτου καὶ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23  δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ §συνιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ * μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα.
The Parable of the Wheat and the Tares
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. 26 Ὅτε δὲ ἐβλάστησεν χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει §ζιζάνια; 28  δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ *δοῦλοι εἶπον αὐτῷ, Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά; 29  δὲ §ἔφη, Οὔ· μήποτε, συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. 30 Ἄφετε συναυξάνεσθαι ἀμφότερα *μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
The Parable of the Mustard Seed
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32  μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον §τῶν λαχάνων ἐστί, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ *κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
The Parable of the Leaven
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς, Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
The Use of Parables
34 Ταῦτα πάντα ἐλάλησεν Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος,
 
Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου,
ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς §κόσμου.
The Parable of the Wheat and the Tares Explained
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν *οἰκίαν Ἰησοῦς· καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, §Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37  δὲ ἀποκριθεὶς εἶπεν *αὐτοῖς, σπείρων τὸ καλὸν σπέρμα ἐστὶν υἱὸς τοῦ ἀνθρώπου· 38  δὲ ἀγρός ἐστιν κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· 39  δὲ ἐχθρὸς σπείρας αὐτά ἐστιν διάβολος· δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος §τούτου. 41 Ἀποστελεῖ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ἔχων ὦτα *ἀκούειν ἀκουέτω.
The Parable of the Hidden Treasure
44 Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε· καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει, καὶ §πάντα ὅσα ἔχει πωλεῖ, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
The Parable of the Pearl of Great Price
45 Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν *ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.
The Parable of the Dragnet
47 Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλόν, καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς §ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι, καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
New and Old Treasures
51 *Λέγει αὐτοῖς Ἰησοῦς, Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ, Ναί, Κύριε. 52  δὲ εἶπεν αὐτοῖς, Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
Jesus Rejected at Nazareth
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν· 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε §ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν, Πόθεν τούτῳ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 Οὐχ οὗτός ἐστιν τοῦ τέκτονος υἱός; *Οὐχὶ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; 56 Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσί; Πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς, διὰ τὴν ἀπιστίαν αὐτῶν.
* 13:1 δε ¦ — CT 13:1 απο 97.2% ¦ — ANT CT 1.5% 13:2 το ¦ — ANT CT PCK § 13:2 ειστηκει ¦ ιστηκει TH WH * 13:3 πολλα εν παραβολαις ¦ εν παραβολαις πολλα PCK 13:3 σπειρειν ¦ σπειραι 𝔐pt ANT PCK 13:4 ηλθε τα πετεινα και ¦ ελθοντα τα πετεινα ANT CT § 13:7 απεπνιξαν ¦ επνιξαν NA SBL * 13:9 ακουειν ¦ — CT 13:10 ειπον ¦ ειπαν CT 13:11 αυτοις ¦ — WH § 13:13 οτι βλεποντες ου βλεπουσι και ακουοντες ουκ ακουουσιν ουδε συνιουσι και αναπληρουται ¦ ινα βλεποντες μη βλεπωσι και ακουοντες μη ακουωσι μηδε συνωσι μηποτε επιστρεψωσι και τοτε πληρωθησεται ANT * 13:14 αυτοις ¦ επ αυτοις TR 13:15 ιασομαι ¦ ιασωμαι 𝔐pt PCK TR 13:16 ακουει ¦ ακουουσιν ANT CT § 13:17 ειδον ¦ ειδαν CT * 13:18 σπειροντος ¦ σπειραντος ANT CT 13:19 αρπαζει ¦ αιρει ANT 13:20 ευθυς ¦ ευθεως ANT § 13:20 λαμβανων ¦ δεχομενος και λαμβανων ANT * 13:22 τουτου ¦ — NA TH WH 13:22 συμπνιγει ¦ συνπνιγει TH WH 13:23 γην την καλην ¦ καλην γην CT § 13:23 συνιων ¦ συνιεις CT * 13:23 ὁ … ὁ … ὁ ¦ ὃ … ὃ … ὃ NA SBL WH 13:24 σπειροντι ¦ σπειραντι ANT CT PCK SCR 13:25 εσπειρε ¦ επεσπειρε CT § 13:27 ζιζανια ¦ τα ζιζανια TR * 13:28 δουλοι ¦ — WH 13:28 ειπον αυτω ¦ λεγουσιν αυτω NA TH ¦ αυτω λεγουσι SBL WH 13:28 συλλεξομεν ¦ συλλεξωμεν 𝔐pt ANT CT TR § 13:29 εφη ¦ φησιν CT * 13:30 μεχρι ¦ εως NA WH 13:30 καιρω ¦ τω καιρω TR 13:30 συναγαγετε ¦ συναγετε WH § 13:32 των ¦ παντων των ANT PCK * 13:32 κατασκηνουν ¦ κατασκηνοιν WH 13:33 εκρυψεν ¦ ενεκρυψεν 𝔐pt ANT CT TR 13:34 ουκ ¦ ουδεν ANT CT § 13:35 κοσμου 99.2% ¦ — SBL TH WH 0.6% * 13:36 οικιαν ¦ οικιαν αυτου ANT 13:36 ο ιησους ¦ — ANT CT 13:36 προσηλθον ¦ προσηλθαν WH § 13:36 φρασον ¦ διασαφησον CT * 13:37 αυτοις ¦ — CT 13:39 του ¦ — CT 13:40 καιεται ¦ κατακαιεται NA TR WH § 13:40 τουτου ¦ — CT * 13:43 ακουειν ¦ — CT 13:44 παλιν ¦ — CT 13:44 τω ¦ — PCK § 13:44 παντα οσα εχει πωλει 90.2% ¦ πωλει παντα οσα εχει NA SBL 4.1% ¦ πωλει οσα εχει WH 1.1% * 13:45 ανθρωπω 96.4% ¦ — WH 2.4% 13:46 ος ευρων ¦ ευρων δε CT 13:48 αναβιβασαντες ¦ αναβιβασαντες αυτην ANT § 13:48 αγγεια ¦ αγγη CT * 13:51 λεγει αυτοις ο ιησους ¦ — CT 13:51 κυριε ¦ — CT 13:52 εις την βασιλειαν ¦ τη βασιλεια CT § 13:54 εκπληττεσθαι ¦ εκπλησσεσθαι CT * 13:55 ουχι ¦ ουχ CT 13:55 ιωσης ¦ ιωσηφ CT 13:57 αυτου ¦ — CT