13
Be Subject to the Governing Authorities
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ *ὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὥστε ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα §λήψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος *τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον τὸν φόρον· τῷ τὸ τέλος τὸ τέλος· τῷ τὸν φόβον τὸν φόβον· τῷ τὴν τιμὴν τὴν τιμήν.
Love One Another
Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ §ἀγαπᾶν ἀλλήλους· γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Τὸ γάρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ *κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 10  ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἀγάπη.
11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα §ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν σωτηρία ὅτε ἐπιστεύσαμεν. 12  νὺξ προέκοψεν, δὲ ἡμέρα ἤγγικεν· *ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. 14 Ἀλλἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε, εἰς ἐπιθυμίας.
* 13:1 υπο ¦ απο ᴛʀ 13:1 εξουσιαι ¦ — ᴄᴛ 13:1 του ¦ — ᴄᴛ § 13:2 ληψονται ¦ λημψονται ᴄᴛ * 13:3 των αγαθων εργων αλλα των κακων 94.3% ¦ τω αγαθω εργω αλλα τω κακω ᴄᴛ 3.7% 13:4 εκδικος εις οργην ʙ17 ¦ εις οργην εκδικος ʙ13 ᴀɴᴛ 13:7 ουν ¦ — ᴄᴛ § 13:8 αγαπαν αλληλους ¦ αλληλους αγαπαν ᴄᴛ * 13:9 κλεψεις ʙ15 ¦ κλεψεις ου ψευδομαρτυρησεις ʙ15 ᴘᴄᴋ ᴛʀ 13:9 τουτω τω λογω ¦ τω λογω τουτω ᴀɴᴛ ᴄᴛ 13:9 σεαυτον ʙ16 ¦ εαυτον ʙ13 ᴛʀ § 13:11 ημας ηδη ¦ ηδη υμας ᴄᴛ * 13:12 αποθωμεθα 98.2% ¦ αποβαλωμεθα ꜱʙʟ 0.7% 13:12 και ενδυσωμεθα ¦ ενδυσωμεθα δε ᴄᴛ 13:14 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ