3
The Letter to the Church in Sardis
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ἔχων τὰ *ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις καὶ ζῇς, καὶ νεκρὸς εἶ. γίνου γρηγορῶν καὶ §στήρισον τὰ λοιπὰ *ἔμελλες ἀποβάλλειν, οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου. μνημόνευε οὖν πῶς εἴληφας §καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω *ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ. ἀλλ §ὀλίγα ἔχεις ὀνόματα *ἐν Σάρδεσιν οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. νικῶν, οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ §ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
The Letter to the Church in Philadelphia
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν *Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ἅγιος, ἀληθινός, ἔχων τὴν κλεῖν τοῦ Δαυίδ, ἀνοίγων καὶ οὐδεὶς §κλείσει αὐτὴν εἰ μὴ ἀνοίγων, καὶ οὐδεὶς ἀνοίξει· Οἶδά σου τὰ ἔργαἰδού, δέδωκα ἐνώπιόν σου θύραν *ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήνὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. ἰδού, δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονταιἰδού, ποιήσω αὐτοὺς ἵνα §ἥξωσι καὶ *προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτι ἠγάπησά σε. 10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 ἔρχομαι ταχύ· κράτει ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12  νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπαὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου τῆς καινῆς Ἱερουσαλὴμ § καταβαίνει *ἀπὸ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τὸ καινόν. 13  ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
The Letter to the Church in Laodicea
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει Ἀμήν, μάρτυς πιστὸς καὶ §ἀληθινός, ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ· 15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· *ὄφελον ψυχρὸς ἦς ζεστός. 16 οὕτως ὅτι χλιαρὸς εἶ καὶ οὐ ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 ὅτι λέγεις, Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ §οὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ταλαίπωρος καὶ * ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, 18 συμβουλεύω σοι ἀγοράσαι χρυσίον παρἐμοῦ πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ αἰσχύνη τῆς γυμνότητός σου, καὶ §κολλύριον *ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. 19 ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον. 20 ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μεταὐτοῦ καὶ αὐτὸς μετἐμοῦ. 21  νικῶν, δώσω αὐτῷ καθίσαι μετἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22  ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
* 3:1 επτα 𝔐A,C,K [98.6%] ¦ — ꜱᴛ [1.4%] 3:1 ονομα 𝔐A,C,K [95.5%] ¦ το ονομα ᴛʀ [2.3%] 3:1 και 𝔐K [44.1%] ¦ οτι 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ [54.1%] § 3:2 στηρισον 𝔐C,K(46) [41.4%] ¦ στηριξον 𝔐A ᴛʀ [31.4%] ¦ τηρησον 𝔐K(27) ʜꜰ [22.3%] * 3:2 εμελλες αποβαλλειν 𝔐K(41) [24.7%] ¦ ημελλες αποβαλλειν 𝔐A(9),K(36) [23.3%] ¦ εμελλον αποθανειν 𝔐A(17) ᴄᴛ [18.7%] ¦ εμελλες αποβαλειν 𝔐C ᴘᴄᴋ [15.5%] ¦ εμελλον αποθνησκειν 𝔐A(13) ᴀɴᴛ [7.8%] ¦ μελλει αποθανειν ᴛʀ [1.8%] 3:2 τα 𝔐A,C,K [95.5%] ¦ — ᴡʜ [1.8%] 3:2 μου 𝔐A(16),C,K [80.9%] ¦ — 𝔐A(30) ᴛʀ [19.1%] § 3:3 και ηκουσας και τηρει 𝔐A,C [50.2%] ¦ — 𝔐K [43.4%] * 3:3 επι σε 𝔐A,C,K [78.6%] ¦ — ᴄᴛ [20.9%] 3:3 γνωση 𝔐K [48.4%] ¦ γνως 𝔐A,C ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ [49.8%] 3:4 αλλ 𝔐A(29),C,K [80.5%] ¦ αλλα ᴀɴᴛ ᴄᴛ [9.1%] ¦ — 𝔐A(15) ᴛʀ [10%] § 3:4 ολιγα εχεις ονοματα 𝔐A(30),C,K [66.4%] ¦ εχεις ολιγα ονοματα 𝔐A(16) ᴀɴᴛ ᴄᴛ ᴛʀ [25%] ¦ ολιγα ονοματα εχεις ᴍꜱꜱ [7.3%] * 3:4 εν 𝔐A,C,K [91.8%] ¦ και εν ᴛʀ [8.2%] 3:4 α 𝔐C,K [70.3%] ¦ οι 𝔐A [26.9%] 3:5 ουτος 𝔐A,K(53) [62.7%] ¦ ουτω 𝔐C,K(30) ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ [35.9%] § 3:5 ομολογησω 𝔐A,C,K [89.5%] ¦ εξομολογησομαι ᴛʀ [1.8%] ¦ {omit εκ της βιβλου της ζωης και ομολογσω το ονομα αυτου} ᴍꜱꜱ [7.3%] * 3:7 φιλαδελφεια 𝔐A(27),C,K(46) [59.1%] ¦ φιλαδελφια 𝔐A(18),K(39) ɴᴀ ᴛʜ ᴡʜ [39.1%] 3:7 κλειν 𝔐C,K [64.1%] ¦ κλειδα 𝔐A ᴛʀ [35.9%] 3:7 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴡʜ {Note: Most manuscripts use the abbreviation ΔΑΔ or δαδ.} § 3:7 κλεισει αυτην ει μη ο ανοιγων και ουδεις ανοιξει 𝔐C,K [47.7%] ¦ κλειει και κλειων και ουδεις ανοιγει 𝔐A [13.6%] ¦ κλεισει και κλειων και ουδεις ανοιξει ᴇᴄᴍ† [9.1%] ¦ κλεισει αυτην ει μη ο ανοιγων και κλειων και ουδεις ανοιξει ᴍꜱꜱ [5%] ¦ κλεισει και κλειων και ουδεις ανοιγει ᴀɴᴛ ᴄᴛ [1.8%] ¦ κλειει και κλειει και ουδεις ανοιγει ᴛʀ [1.4%] * 3:8 ανεωγμενην 𝔐A,C,K [83.2%] ¦ ηνεωγμενην ꜱʙʟ ᴡʜ [16.4%] 3:8 ην 𝔐A,C,K [89.1%] ¦ και ᴛʀ [9.5%] 3:9 διδωμι 𝔐A,C,K [96.8%] ¦ διδω ꜱʙʟ ᴛʜ ᴡʜ [1.4%] § 3:9 ηξωσι 𝔐A(27),C(10),K ᴇᴄᴍ† [68%] ¦ ηξουσι 𝔐A(19),C(17) ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ [31.1%] * 3:9 προσκυνησωσιν 𝔐A,C,K ᴇᴄᴍ† [81.3%] ¦ προσκυνησουσιν ᴀɴᴛ ᴄᴛ [18.3%] 3:9 ηγαπησα 𝔐C,K [60.5%] ¦ εγω ηγαπησα 𝔐A ᴀɴᴛ ᴄᴛ ᴛʀ [35.5%] 3:11 ερχομαι 𝔐A,C,K [92.8%] ¦ ιδου ερχομαι ᴛʀ [7.2%] § 3:12 ἣ καταβαίνει 𝔐C,K [74.1%] ¦ ἡ καταβαίνουσα 𝔐A ᴄᴛ ꜱᴛ [24.1%] * 3:12 απο 𝔐K [40.5%] ¦ εκ 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ [58.2%] 3:12 ονομα 𝔐K [45.5%] ¦ ονομα μου 𝔐A,C ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ [53.6%] 3:14 εν λαοδικεια εκκλησιας 𝔐A,C,K [71.2%] ¦ εν λαοδικια εκκλησιας ᴛʜ ᴡʜ [12.3%] ¦ εκκλησιας λαοδικεων ᴛʀ [1.4%] § 3:14 αληθινος 𝔐A,C,K [85.8%] ¦ ο αληθινος ᴡʜ [12.8%] * 3:15 οφελον ψυχρος ης η ζεστος 𝔐A,C,K [82.2%] ¦ οφελον ψυχρος ειης η ζεστος ᴛʀ [2.7%] ¦ — ᴍꜱꜱ [8.7%] 3:16 ου ζεστος ουτε ψυχρος 𝔐C,K [64.4%] ¦ ουτε ζεστος ουτε ψυχρος 𝔐A ᴀɴᴛ ᴄᴛ [24.7%] ¦ ουτε ψυχρος ουτε ζεστος ᴛʀ [4.1%] 3:17 λεγεις 𝔐A(28),C,K [67%] ¦ λεγεις οτι 𝔐A(16) ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ [32.1%] § 3:17 ουδενος 𝔐A,C,K [93.2%] ¦ ουδεν ꜱʙʟ ᴛʜ ᴡʜ [6.8%] * 3:17 ο 𝔐C,K [61.5%] ¦ — 𝔐A ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ [34.8%] 3:17 ελεεινος 𝔐A,C,K [91.8%] ¦ ελεινος ᴡʜ [2.9%] {Note: ᴇᴄᴍ does not collate spelling differences for this variant unit. Consequently, this spelling difference is calculated only from Hoskier's collation.} 3:18 χρυσιον παρ εμου 𝔐C,K [57%] ¦ παρ εμου χρυσιον 𝔐A ᴀɴᴛ ᴄᴛ ᴛʀ [31.2%] ¦ χρυσιον ᴍꜱꜱ [5.4%] § 3:18 κολλυριον 𝔐A(14),K [50%] ¦ κολλουριον 𝔐A(14),C ᴘᴄᴋ ꜱʙʟ ᴛʀ ᴡʜ [36.8%] ¦ κουλλουριον 𝔐A(16) [12.3%] * 3:18 ινα εγχριση 𝔐K [46.6%] ¦ εγχρισον 𝔐A ᴇᴄᴍ† ᴛʀ [17.6%] ¦ εγχρισον επι 𝔐C ᴘᴄᴋ [13.6%] ¦ εγχρισαι ᴄᴛ [10.4%] 3:19 ζηλευε 𝔐K [47.7%] ¦ ζηλωσον 𝔐A,C ᴇᴄᴍ† ᴘᴄᴋ ʀᴘ ᴛʀ [47.3%] 3:20 και 𝔐C,K [63.6%] ¦ — 𝔐A ᴇᴄᴍ† ᴛʀ ᴡʜ [36.4%]