5
The Scroll and the Lamb
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ *ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς §ἐδύνατο ἐν τῷ οὐρανῷ *ἄνω οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ §ἐγὼ ἔκλαιον *πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν λέων ἐκ τῆς φυλῆς Ἰούδα, ῥίζα §Δαυίδ, * ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον §ἑστηκὸς ὡς ἐσφαγμένον, *ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ §ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθε καὶ *εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι §ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος *κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσι προσευχαὶ τῶν ἁγίων. καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες,
 
Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον
καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,
ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου
ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10 καὶ ἐποίησας §αὐτοὺς τῷ Θεῷ ἡμῶν *βασιλεῖς καὶ ἱερεῖς,
καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
 
11 Καὶ εἶδον, καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν §κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων*καὶ ἦν ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων 12 λέγοντες φωνῇ μεγάλῃ,
 
Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον
λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν
καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
 
13 καὶ πᾶν κτίσμα ἐν τῷ οὐρανῷ καὶ §ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης *ἐστὶ καὶ τὰ ἐν αὐτοῖς, πάντας ἤκουσα λέγοντας,
 
Τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ
εὐλογία καὶ τιμὴ καὶ δόξα καὶ τὸ κράτος
εἰς τοὺς αἰῶνας τῶν αἰώνων· §ἀμήν·
 
14 καὶ τὰ *τέσσαρα ζῷα λέγοντα τὸ ἀμήν. καὶ οἱ §πρεσβύτεροι *ἔπεσον καὶ προσεκύνησαν.
* 5:1 εξωθεν 𝔐A,C,K 80.2% ¦ οπισθεν ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ 8.9% 5:2 εν 𝔐A(16),K [67%] ¦ — 𝔐A(28),C ᴘᴄᴋ ᴛʀ [33%] 5:2 αξιος εστιν 𝔐A,K [67.9%] ¦ αξιος 𝔐C ᴄᴛ ᴘᴄᴋ [28.8%] ¦ εστιν αξιος ᴛʀ [2.8%] § 5:3 εδυνατο 𝔐A(16),C,K [68.5%] ¦ ηδυνατο 𝔐A(28) ɴᴀ ᴛʀ [27.8%] * 5:3 ανω 𝔐K [56%] ¦ — 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ [43.1%] 5:3 ουτε … ουτε 𝔐K [44.4%] ¦ ουδε … ουδε 𝔐A,C ᴄᴛ ᴘᴄᴋ ᴛʀ [33.3%] ¦ 5:3 ουτε [66.2%] 𝔐A(17),K ¦ ουδε 𝔐A(28),C ᴘᴄᴋ ᴛʀ [31%] § 5:4 εγω 𝔐A(25),C,K [78.7%] ¦ — 𝔐A(14) ɴᴀ ᴛʜ [12%] ¦ {omit verse 4} ᴍꜱꜱ [5.1%] * 5:4 πολυ 𝔐A,C,K [86.5%] ¦ πολλα ᴛʀ [2.3%] ¦ {omit verse 4} ᴍꜱꜱ [5.1%] 5:4 ανοιξαι 𝔐A(20),K [65.3%] ¦ ανοιξαι και αναγνωναι 𝔐A(24),C ᴘᴄᴋ ᴛʀ [28.2%] ¦ {omit verse 4} ᴍꜱꜱ [5.1%] 5:5 ο 𝔐A,C,K [86.6%] ¦ ο ων ᴛʀ [5.1%] ¦ — ᴍꜱꜱ [7.9%] § 5:5 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴡʜ {Note: Most manuscripts use the abbreviation ΔΑΔ or δαδ.} * 5:5 ο ανοιγων 𝔐K 41.7% ¦ ανοιξαι 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 53.5% 5:5 και 𝔐A,C,K [94%] ¦ και λυσαι ᴛʀ [4.6%] 5:6 ειδον 𝔐A,C,K [75.6%] ¦ ιδον ᴍꜱꜱ [11.5%] ¦ ειδον και ιδου ᴛʀ [9.7%] § 5:6 εστηκος 𝔐A(28),C,K [78.3%] ¦ εστηκως 𝔐A(16) [19.4%] * 5:6 εχον 𝔐A,C,K [76%] ¦ εχων ꜱʙʟ ᴛʜ ᴡʜ [22.6%] 5:6 α 𝔐A(20),C,K 73.8% ¦ οι 𝔐A(30) ᴄᴛ ᴛʀ 22.7% 5:6 επτα πνευματα του θεου 𝔐A,C,K 72.8% ¦ πνευματα του θεου ᴇᴄᴍ† 10.1% ¦ επτα του θεου πνευματα ᴛʀ 5.4% § 5:6 αποστελλομενα 𝔐C,K 59.2% ¦ τα απεσταλμενα 𝔐A ᴛʀ 19.6% ¦ τα αποστελλομενα ᴍꜱꜱ 8.6% ¦ απεσταλμενοι ꜱʙʟ ᴛʜ ᴡʜ 1.2% * 5:7 ειληφεν … θρονου 𝔐A(25),C,K [74.5%] ¦ ειληφε το βιβλιον … θρονου ᴛʀ [13%] ¦ ειληφεν … θρονου το βιβλιον 𝔐A(18) [11.1%] 5:8 τεσσαρα 𝔐A,C(10),K [81.4%] ¦ δʹ 𝔐C(17) [16.7%] ¦ τεσσερα ᴡʜ [1.4%] 5:8 εικοσι τεσσαρες 𝔐A(24),K(33) [46.5%] ¦ κδʹ 𝔐A(19),C,K(50) [53%] § 5:8 επεσον 𝔐A,C,K [76.7%] ¦ επεσαν ᴀɴᴛ ᴄᴛ [20.9%] * 5:8 κιθαραν 𝔐A(20),K [62%] ¦ κιθαρας 𝔐A(22),C ᴘᴄᴋ ᴛʀ [37.6%] 5:8 προσευχαι 𝔐K(42) [32.1%] ¦ αι προσευχαι 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ [50.9%] ¦ προσευχων 𝔐K(34) [17%] 5:9 τω θεω ημας 𝔐A,C,K 75.1% ¦ ημας τω θεω ᴍꜱꜱ 14% ¦ ημας ᴍꜱꜱ 7% ¦ τω θεω ꜱʙʟ ᴡʜ 0.4% § 5:10 αυτους 𝔐A,C,K [97.2%] ¦ ημας ᴛʀ [1.4%] * 5:10 βασιλεις 𝔐A,C,K ᴇᴄᴍ† 93.7% ¦ βασιλειαν ᴄᴛ 5.1% 5:10 βασιλευσουσιν 𝔐A(32),C,K(50) 60.3% ¦ βασιλευουσιν 𝔐A(19),K(41) ꜱʙʟ ᴡʜ 35.8% ¦ βασιλευσομεν ᴛʀ 3.1% 5:11 ως 𝔐A(19),C,K ᴇᴄᴍ† [76.5%] ¦ — 𝔐A(27) ᴄᴛ ᴛʀ [23.5%] § 5:11 κυκλω 𝔐A,C,K [93.5%] ¦ κυκλοθεν ᴛʀ [4.6%] * 5:11 και ην ο αριθμος αυτων μυριαδες μυριαδων 𝔐A,C,K [97.2%] ¦ — ꜱᴛ [0%] {Note: Two manuscripts (0.9%) have a longer omission here, but no extant manuscripts read like ꜱᴛ.} 5:12 τον 𝔐K [51.9%] ¦ — 𝔐A,C ᴄᴛ ᴘᴄᴋ ᴛʀ [44.5%] 5:13 ο 𝔐K [49.1%] ¦ ο εστιν 𝔐A,C ᴘᴄᴋ ᴛʀ [46.3%] § 5:13 επι της γης 𝔐A(22),C,K [85.8%] ¦ εν τη γη 𝔐A(14) ᴛʀ [8.3%] ¦ επι γης ᴍꜱꜱ [6%] * 5:13 εστι 𝔐K ᴇᴄᴍ† 45.3% ¦ α εστι 𝔐A(32),C ᴇᴄᴍ† ᴘᴄᴋ ᴛʀ 36% ¦ — 𝔐A(19) ꜱʙʟ 12.8% 5:13 παντας 𝔐A(12),C,K ᴇᴄᴍ† [57.6%] ¦ παντα 𝔐A(19) ᴀɴᴛ ᴄᴛ ᴛʀ [20.3%] ¦ παντα και ᴍꜱꜱ [11.1%] ¦ και παντας 𝔐A(10) [9.2%] 5:13 τω θρονω 𝔐K [38.1%] ¦ του θρονου 𝔐A,C ᴀɴᴛ ᴇᴄᴍ† ᴘᴄᴋ ʀᴘ ᴛʀ ᴡʜ [59.6%] § 5:13 αμην 𝔐A,C,K 74.2% ¦ — ᴀɴᴛ ᴄᴛ ᴛʀ 19.6% * 5:14 τεσσαρα 𝔐A,C,K [84.9%] ¦ δʹ ᴍꜱꜱ [6.9%] ¦ τεσσερα ᴡʜ [1.8%] ¦ {omit και τα τεσσαρα ζωα λεγοντα το αμην} ᴍꜱꜱ [5%] 5:14 λεγοντα 𝔐C,K [44.5%] ¦ ελεγον 𝔐A ᴀɴᴛ ᴄᴛ ᴛʀ [41.3%] ¦ {omit και τα τεσσαρα ζωα λεγοντα το αμην} ᴍꜱꜱ [5%] 5:14 το 𝔐C,K [60.1%] ¦ — 𝔐A ᴀɴᴛ ᴄᴛ ᴛʀ [33.9%] ¦ {omit και τα τεσσαρα ζωα λεγοντα το αμην} ᴍꜱꜱ [5%] § 5:14 πρεσβυτεροι 𝔐A,C,K [97.2%] ¦ εικοσι τεσσαρες πρεσβυτεροι ᴛʀ [1.8%] * 5:14 επεσον 𝔐A,C,K [67.4%] ¦ επεσαν ᴀɴᴛ ᴄᴛ ᴛʀ [31.7%] 5:14 προσεκυνησαν 𝔐A,C,K [97.3%] ¦ προσεκυνησαν ζωντι εις τους αιωνας των αιωνων ᴛʀ [1.4%]