7
*Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί τι δένδρον. Καὶ εἶδον ἄλλον ἄγγελον §ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, *ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες, §ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.
 
Ἐκ φυλῆς Ἰούδα, *δώδεκα χιλιάδες ἐσφραγισμέναι·
ἐκ φυλῆς Ῥουβίμ, §δώδεκα *χιλιάδες·
ἐκ φυλῆς Γάδ, δώδεκα χιλιάδες·
ἐκ φυλῆς Ἀσήρ, §δώδεκα *χιλιάδες·
ἐκ φυλῆς Νεφθαλείμ, δώδεκα §χιλιάδες·
ἐκ φυλῆς Μανασσῆ, *δώδεκα χιλιάδες·
ἐκ φυλῆς Συμεών, δώδεκα §χιλιάδες·
ἐκ φυλῆς *Λευΐ, δώδεκα χιλιάδες·
ἐκ φυλῆς §Ἰσαχάρ, *δώδεκα χιλιάδες·
ἐκ φυλῆς Ζαβουλών, δώδεκα §χιλιάδες·
ἐκ φυλῆς Ἰωσήφ, *δώδεκα χιλιάδες·
ἐκ φυλῆς Βενιαμίν, §δώδεκα χιλιάδες *ἐσφραγισμέναι.
 
Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, §ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, *περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν· 10 καὶ κράζουσι φωνῇ μεγάλῃ, λέγοντες, σωτηρία §τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ *τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ. 11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ §θρόνου ἐπὶ *τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, 12 λέγοντες,
 
Ἀμήν· εὐλογία καὶ δόξα καὶ σοφία
καὶ εὐχαριστία καὶ τιμὴ
καὶ δύναμις καὶ ἰσχὺς
τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
 
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον; 14 Καὶ εἶπον αὐτῷ, Κύριέ μου, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ §ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
 
15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ,
καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ·
καὶ καθήμενος ἐπὶ *τῷ θρόνῳ σκηνώσει ἐπαὐτούς.
16 Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι,
οὐδοὐ μὴ πέσῃ ἐπαὐτοὺς ἥλιος,
οὐδὲ πᾶν καῦμα·
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς,
καὶ §ὁδηγεῖ αὐτοὺς ἐπὶ *ζωῆς πηγὰς ὑδάτων,
καὶ ἐξαλείψει Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
 
* 7:1 και ¦ — CT 7:1 τουτο ¦ ταυτα Αν TR 7:1 τι ¦ παν Αν ANT BYZ CT PCK TR § 7:2 αναβαινοντα ¦ αναβαντα ST * 7:3 αχρις ου ¦ αχρι CT 7:3 σφραγισωμεν ¦ σφραγιζωμεν ST 7:4 εκατον και τεσσαρακοντα τεσσαρες ¦ ρμδ΄ TR ¦ εκατον τεσσαρακοντα τεσσαρες ANT ¦ εκατον τεσσερακοντα τεσσαρες CT § 7:4 εσφραγισμενων ¦ εσφραγισμενοι ANT BYZ CT PCK TR * 7:5 δωδεκα ¦ ιβ΄ BYZ TR 7:5 εσφραγισμεναι ¦ εσφραγισμενοι Αν ANT BYZ CT PCK TR 7:5 ρουβιμ ¦ ρουβην ANT CT TR § 7:5 δωδεκα ¦ ιβ΄ BYZ TR * 7:5 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR 7:5 δωδεκα ¦ ιβ΄ BYZ TR 7:5 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR § 7:6 δωδεκα ¦ ιβ΄ BYZ TR * 7:6 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR 7:6 νεφθαλειμ ¦ νεφθαλιμ CT 7:6 δωδεκα ¦ ιβ΄ BYZ TR § 7:6 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR * 7:6 δωδεκα ¦ ιβ΄ BYZ TR 7:6 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR 7:7 δωδεκα ¦ ιβ΄ BYZ TR § 7:7 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR * 7:7 λευι ¦ λευει WH 7:7 δωδεκα ¦ ιβ΄ BYZ TR 7:7 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR § 7:7 ισαχαρ ¦ ισσαχαρ ANT CT * 7:7 δωδεκα ¦ ιβ΄ BYZ TR 7:7 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR 7:8 δωδεκα ¦ ιβ΄ BYZ TR § 7:8 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR * 7:8 δωδεκα ¦ ιβ΄ BYZ TR 7:8 χιλιαδες ¦ χιλιαδες εσφραγισμενοι TR 7:8 βενιαμιν ¦ βενιαμειν TH WH § 7:8 δωδεκα ¦ ιβ΄ BYZ TR * 7:8 εσφραγισμεναι ¦ εσφραγισμενοι Αν ANT BYZ CT PCK TR 7:9 αριθμησαι ¦ αριθμησαι αυτον ANT CT TR 7:9 εδυνατο ¦ ηδυνατο Αν BYZ TR § 7:9 εστωτας ¦ εστωτες BYZ CT PCK TR * 7:9 περιβεβλημενους ¦ περιβεβλημενοι BYZ PCK TR 7:9 φοινικας ¦ φοινικες ANT CT TR 7:10 κραζουσι ¦ κραζοντες TR § 7:10 τω θεω ημων ¦ — ST * 7:10 τω θρονω ¦ του θρονου ANT SCR ¦ του θρονου του θεου ημων ST 7:11 ειστηκεισαν ¦ εστηκεσαν TR ¦ ιστηκεισαν TH WH 7:11 επεσον ¦ επεσαν ANT CT § 7:11 θρονου ¦ θρονου αυτου K BYZ HF * 7:11 τα προσωπα ¦ προσωπον TR 7:14 ειπον ¦ ειρηκα Αν ANT CT TR 7:14 μου ¦ — TR § 7:14 ελευκαναν ¦ ελευκαναν αυτας Αν ANT BYZ CT PCK SCR ¦ ελευκαναν στολας αυτων ST * 7:15 τω θρονω ¦ του θρονου Αν ANT BYZ CT TR 7:16 ουδ ου ¦ ουδε CT TR 7:17 ποιμαινει ¦ ποιμανει Αν BYZ CT TR § 7:17 οδηγει ¦ οδηγησει Αν ANT BYZ CT TR * 7:17 ζωης ¦ ζωσας TR 7:17 εκ ¦ απο TR