9
Καὶ πέμπτος ἄγγελος ἐσάλπισε, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. *καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου καιομένης, καὶ ἐσκοτίσθη ἥλιος καὶ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ §ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς *ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλἵνα §βασανισθῶσι μῆνας πέντε, καὶ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν *παίσῃ ἄνθρωπον. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ §εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ *φεύξεται ἀπαὐτῶν θάνατος.
Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι χρυσοῖ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων. καὶ §εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν. καὶ *εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. 10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσίαν ἔχουσι τοῦ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε, 11 §ἔχουσαι βασιλέα ἐπαὐτῶν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ *Ἀββαδών, ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
12  οὐαὶ μία ἀπῆλθεν. ἰδού, ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 Καὶ ἕκτος ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν §τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ 14 *λέγοντος τῷ ἕκτῳ ἀγγέλῳ, ἔχων τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. 16 καὶ ἀριθμὸς §τῶν στρατευμάτων τοῦ *ἵππου μυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπαὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 §ἀπὸ τῶν τριῶν *πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ §τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 * γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστι καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι §ὄφεων, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.
20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, *οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ §καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, οὔτε βλέπειν *δύναται οὔτε ἀκούειν οὔτε περιπατεῖν· 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
* 9:2 και ηνοιξε το φρεαρ της αβυσσου 𝔐A,C [51.6%] ¦ — 𝔐K [47.9%] 9:2 καιομενης 𝔐C,K [67.1%] ¦ μεγαλης 𝔐A ᴄᴛ ᴛʀ [28.7%] 9:2 εσκοτισθη 𝔐A,C,K [93.5%] ¦ εσκοτωθη ꜱʙʟ ᴛʜ ᴡʜ [6.5%] § 9:4 αδικησωσι 𝔐A,C,K [95.9%] ¦ αδικησουσι ꜱʙʟ ᴡʜ [2.8%] * 9:4 ανθρωπους 𝔐A,K [84.9%] ¦ ανθρωπους μονους 𝔐C ᴘᴄᴋ ᴛʀ [13.8%] 9:4 αυτων 𝔐A(19),C,K ᴇᴄᴍ† [83.5%] ¦ — 𝔐A(26) ᴄᴛ [16.5%] 9:5 αυταις 𝔐A,C,K [83.9%] ¦ αυτοις ꜱʙʟ ᴛʜ [15.1%] § 9:5 βασανισθωσι 𝔐A(18),C,K [80.3%] ¦ βασανισθησονται 𝔐A(22) ᴄᴛ [15.1%] * 9:5 παιση 𝔐A,C(15),K [87.2%] ¦ πληξη 𝔐C(11) ᴘᴄᴋ [9.2%] {Note: Many of the extant 𝔐C manuscripts have παιση as the original reading with a correction to have it read πληξη.} 9:6 ζητησουσιν 𝔐A,K [77%] ¦ ζητουσιν 𝔐C ᴘᴄᴋ [22.6%] 9:6 ου μη 𝔐A,C,K [97.2%] ¦ ουχ ᴛʀ [1.4%] § 9:6 ευρησουσιν 𝔐A(15),C,K [58.1%] ¦ ευρωσιν 𝔐A(28) ᴇᴄᴍ† [30.1%] ¦ ευρησωσιν ᴍꜱꜱ [10.1%] * 9:6 φευξεται 𝔐A(21),C,K [78.8%] ¦ φευγει 𝔐A(22) ᴄᴛ [17.1%] 9:6 απ αυτων ο θανατος 𝔐C,K [65.4%] ¦ ο θανατος απ αυτων 𝔐A ᴄᴛ ᴛʀ [29.5%] 9:7 χρυσοι 𝔐C,K [62.7%] ¦ ομοιοι χρυσω 𝔐A ᴄᴛ ᴛʀ [35.9%] ¦ ομοιοι χρυσιω ᴀɴᴛ [0.5%] § 9:8 ειχον 𝔐A,C,K [96.3%] ¦ ειχαν ᴛʜ ᴡʜ [1.4%] * 9:9 ειχον 𝔐A,C,K [96.8%] ¦ ειχαν ᴡʜ [0%] 9:10 και 𝔐C,K [61.9%] ¦ ην ᴛʀ [0.9%] ¦ — 𝔐A [37.2%] 9:10 εξουσιαν εχουσι του 𝔐C,K [52.5%] ¦ η εξουσια αυτων ᴄᴛ [16.6%] ¦ και η εξουσια αυτων 𝔐A ᴛʀ [11.5%] ¦ εξουσιαν εχουσι ᴍꜱꜱ [6.9%] § 9:11 εχουσαι βασιλεα επ αυτων 𝔐C,K [51.2%] ¦ και εχουσιν επ αυτων βασιλεα τον 𝔐A ꜱᴄʀ [13.4%] ¦ εχουσιν επ αυτων βασιλεα τον ᴄᴛ [9.2%] ¦ εχουσι βασιλεα επ αυτων τον ᴀɴᴛ [0%] ¦ και εχουσιν εφ αυτων βασιλεα τον ꜱᴛ [0%] * 9:11 αββαδων 𝔐A,C(12),K(26) [38.8%] ¦ αβααδδων 𝔐K(20) [12.1%] ¦ αββααδων ᴍꜱꜱ [9.8%] ¦ αββααδδων 𝔐K(14) [9.3%] ¦ αββαδδων 𝔐C(11) ᴘᴄᴋ [9.3%] ¦ αβαδδων ᴀɴᴛ ᴄᴛ ᴛʀ [7%] ¦ αβααδων ᴍꜱꜱ [7%] 9:11 εν δε 𝔐C,K [65.3%] ¦ και εν 𝔐A ᴄᴛ ᴛʀ [25.9%] 9:12 ερχεται 𝔐C,K [66.4%] ¦ ερχονται 𝔐A ᴀɴᴛ ᴛʀ [32.7%] § 9:13 τεσσαρων 𝔐A,C,K [83.8%] ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ [10.6%] * 9:14 λεγοντος 𝔐K [44%] ¦ λεγουσαν 𝔐A,C ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʀ [49.1%] ¦ λεγοντα ꜱʙʟ ᴛʜ ᴡʜ [1.9%] 9:14 ο εχων 𝔐A,C,K [93.1%] ¦ τω εχοντι ᴍꜱꜱ [5.1%] ¦ ος ειχε ᴛʀ [0.9%] 9:15 εις την 𝔐K [51.9%] ¦ την 𝔐C ᴘᴄᴋ [20%] ¦ — 𝔐A ᴄᴛ ᴛʀ [26.3%] § 9:16 των 𝔐A,C,K [99.1%] ¦ — ᴛʀ [0.9%] * 9:16 ιππου 𝔐C,K [54.7%] ¦ ιππικου 𝔐A ᴄᴛ ᴛʀ [40.6%] 9:16 μυριαδες 𝔐A(17),C,K [74.3%] ¦ δισμυριαδες 𝔐A(18) ᴄᴛ [18.2%] ¦ δυο μυριαδες 𝔐A(10) ᴀɴᴛ ᴛʀ [6.5%] 9:16 ηκουσα 𝔐A,C,K [94.4%] ¦ και ηκουσα ᴛʀ [0.9%] § 9:18 απο 𝔐A,C,K [98.1%] ¦ υπο ᴛʀ [1.9%] * 9:18 πληγων 𝔐A(25),C,K [86.6%] ¦ — 𝔐A(16) ᴛʀ [8.3%] 9:18 απο 𝔐K [55.6%] ¦ εκ 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ [44%] 9:18 του 𝔐A(18),C,K [77.8%] ¦ εκ του 𝔐A(24) ᴛʀ [17.6%] § 9:18 του 𝔐C,K [76.4%] ¦ εκ του 𝔐A ᴛʀ [22.7%] * 9:19 η γαρ εξουσια των ιππων 𝔐A,C,K [90.8%] ¦ η γαρ εξουσια αυτων ꜱᴄʀ [2.3%] ¦ αι γαρ εξουσιαι αυτων ꜱᴛ [2.3%] 9:19 εστι 𝔐A,C,K [91.7%] ¦ εισιν ꜱᴛ [0.5%] 9:19 και εν ταις ουραις αυτων 𝔐A(17),C,K [80.6%] ¦ — 𝔐A(16) ꜱᴛ [11.1%] § 9:19 οφεων 𝔐K [54.4%] ¦ οφεσιν 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ [44.7%] * 9:20 ου 𝔐A(16),C,K [73.7%] ¦ ουτε 𝔐A(28) ᴇᴄᴍ† ꜱᴛ [18.4%] ¦ ουδε ꜱʙʟ ᴛʜ [4.6%] 9:20 προσκυνησωσι 𝔐A,C,K [90.8%] ¦ προσκυνησουσι ꜱʙʟ ᴛʜ ᴡʜ [9.2%] 9:20 τα 𝔐A,C,K [99.5%] ¦ — ᴛʀ [0%] § 9:20 και τα χαλκα 𝔐A,C [48.4%] ¦ και χαλκα ᴍꜱꜱ [7.4%] ¦ — 𝔐K [43.8%] * 9:20 δυναται 𝔐C,K [47.5%] ¦ δυνανται 𝔐A ᴄᴛ [52.1%] 9:21 φαρμακων 𝔐K [44.2%] ¦ φαρμακειων 𝔐A,C ᴀɴᴛ ᴇᴄᴍ† ᴘᴄᴋ ʀᴘ ᴛʀ [52.5%]