2
Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ⸂πάντες ὁμοῦ*πάντες ὁμοῦ WH Treg NA28 ] ἅπαντες ὁμοθυμαδὸν RP ἐπὶ τὸ αὐτό, καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ⸂καὶ ἐκάθισενκαὶ ἐκάθισεν WH Treg NA28 ] ἐκάθισέν τε RP ἐφʼ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ⸀πάντεςπάντες WH Treg NA28 ] ἅπαντες RP πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ⸂ἀποφθέγγεσθαι αὐτοῖς§ἀποφθέγγεσθαι αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀποφθέγγεσθαι RP.
Ἦσαν δὲ ⸀ἐν*ἐν WH Treg RP ] εἰς NA28Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ⸀ἤκουονἤκουον Treg NA28 RP ] ἤκουσεν WHεἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν· ἐξίσταντο ⸀δὲδὲ WH NA28 ] + πάντες Treg RP καὶ ἐθαύμαζον ⸀λέγοντες§λέγοντες WH Treg NA28 ] + πρὸς ἀλλήλους RP ⸀Οὐχ*Οὐχ NA28 ] Οὐχὶ WH Treg; Οὐκ RP ἰδοὺ ⸀πάντεςπάντες WH Treg RP ] ἅπαντες NA28οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 11 Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. 12 ἐξίσταντο δὲ πάντες καὶ ⸀διηπόρουνδιηπόρουν NA28 RP ] διηποροῦντο WH Treg ἄλλος πρὸς ἄλλον λέγοντες· Τί ⸀θέλει§θέλει WH Treg NA28 ] ἄν θέλοι RPτοῦτο εἶναι; 13 ἕτεροι δὲ ⸀διαχλευάζοντες*διαχλευάζοντες WH Treg NA28 ] χλευάζοντες RPἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
14 Σταθεὶς δὲ ⸀ὁὁ WH Treg NA28 ] – RP Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ⸀πάντεςπάντες WH Treg NA28 ] ἅπαντες RP τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15 οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, 16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· 17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ⸀ἐνυπνίοις§ἐνυπνίοις WH Treg NA28 ] ἐνύπνια RPἐνυπνιασθήσονται· 18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. 19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ⸀ἢ*ἢ RP ] – WH Treg NA28 ⸀ἐλθεῖνἐλθεῖν WH Treg NA28 ] + τὴν RPἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 21 καὶ ἔσται πᾶς ὃς ⸀ἐὰνἐὰν WH Treg ] ἂν NA28 RPἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ⸂ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ§ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ WH Treg NA28 ] ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον RP εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, ⸀καθὼς*καθὼς WH Treg NA28 ] + καὶ RPαὐτοὶ οἴδατε, 23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ⸀ἔκδοτονἔκδοτον WH Treg NA28 ] + λαβόντες RP διὰ ⸀χειρὸςχειρὸς WH Treg NA28 ] χειρῶν RPἀνόμων προσπήξαντες ἀνείλατε, 24 ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ· 25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. 26 διὰ τοῦτο ηὐφράνθη ⸂ἡ καρδία μου§ἡ καρδία μου NA28 RP ] μου ἡ καρδία WH Treg καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι· 27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ⸀ᾅδην*ᾅδην WH Treg NA28 ] ᾍδου RP οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· 30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος ⸀αὐτοῦαὐτοῦ WH Treg NA28 ] + τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν RP καθίσαι ἐπὶ ⸂τὸν θρόνοντὸν θρόνον WH Treg NA28 ] τοῦ θρόνου RP αὐτοῦ, 31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι ⸂οὔτε ἐγκατελείφθη§οὔτε ἐγκατελείφθη WH Treg NA28 ] οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ RP εἰς ⸀ᾅδην*ᾅδην WH NA28 ] ᾅδου Treg; ᾍδου RP ⸀οὔτεοὔτε WH Treg NA28 ] οὐδὲ RPἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. 32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33 τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ ⸂πνεύματος τοῦ ἁγίουπνεύματος τοῦ ἁγίου WH Treg NA28 ] ἁγίου πνεύματος RP λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ⸀ὃ§ὃ WH Treg NA28 ] + νὺν RP ⸀ὑμεῖς*ὑμεῖς Treg NIV RP ] + καὶ WH NA28βλέπετε καὶ ἀκούετε. 34 οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπεν ⸀ὁὁ NA28 RP ] – WH Tregκύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, 35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον ⸂αὐτὸν καὶ χριστὸναὐτὸν καὶ χριστὸν WH Treg NA28 ] καὶ χριστὸν αὐτὸν RP ⸂ἐποίησεν ὁ θεός§ἐποίησεν ὁ θεός WH NA28 ] ὁ θεὸς ἐποίησεν Treg RP, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37 Ἀκούσαντες δὲ κατενύγησαν ⸂τὴν καρδίαν*τὴν καρδίαν WH Treg NA28 ] τῇ καρδίᾳ RP , εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ⸀ποιήσωμενποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP ἄνδρες ἀδελφοί; 38 Πέτρος δὲ ⸂πρὸς αὐτούς· Μετανοήσατεπρὸς αὐτούς· Μετανοήσατε WH Treg ] πρὸς αὐτούς Μετανοήσατε φησίν NA28; ἔφη πρὸς αὐτούς Μετανοήσατε RP , καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ⸀ἐπὶ§ἐπὶ NA28 RP ] ἐν WH Treg τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ⸀τῶν*τῶν WH Treg NA28 ] – RP ἁμαρτιῶν ⸀ὑμῶνὑμῶν WH Treg NA28 ] – RP καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· 39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. 40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει ⸀αὐτοὺςαὐτοὺς WH Treg NA28 ] – RPλέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 οἱ μὲν ⸀οὖν§οὖν WH Treg NA28 ] + ἀσμένως RP ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ⸀ἐν*ἐν WH Treg NA28 ] – RPτῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ ⸀κοινωνίᾳκοινωνίᾳ WH Treg NA28 ] + καὶ RP τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43 ⸀ἘγίνετοἘγίνετο WH Treg NA28 ] Ἐγένετο RP δὲ πάσῃ ψυχῇ φόβος, πολλά ⸀τε§τε Treg NA28 RP ] δὲ WHτέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 πάντες δὲ οἱ ⸀πιστεύοντες*πιστεύοντες Treg NA28 RP ] πιστεύσαντες WH ⸂ἦσαν ἐπὶ τὸ αὐτὸ καὶἦσαν ἐπὶ τὸ αὐτὸ καὶ Treg NA28 RP ] ἐπὶ τὸ αὐτό WH εἶχον ἅπαντα κοινά, 45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· 46 καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθʼ ἡμέραν ⸂ἐπὶ τὸ αὐτόἐπὶ τὸ αὐτό WH Treg NA28 ] τῇ ἐκκλησία RP.

*2:1 πάντες ὁμοῦ WH Treg NA28 ] ἅπαντες ὁμοθυμαδὸν RP

2:3 καὶ ἐκάθισεν WH Treg NA28 ] ἐκάθισέν τε RP

2:4 πάντες WH Treg NA28 ] ἅπαντες RP

§2:4 ἀποφθέγγεσθαι αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀποφθέγγεσθαι RP

*2:5 ἐν WH Treg RP ] εἰς NA28

2:6 ἤκουον Treg NA28 RP ] ἤκουσεν WH

2:7 δὲ WH NA28 ] + πάντες Treg RP

§2:7 λέγοντες WH Treg NA28 ] + πρὸς ἀλλήλους RP

*2:7 Οὐχ NA28 ] Οὐχὶ WH Treg; Οὐκ RP

2:7 πάντες WH Treg RP ] ἅπαντες NA28

2:12 διηπόρουν NA28 RP ] διηποροῦντο WH Treg

§2:12 θέλει WH Treg NA28 ] ἄν θέλοι RP

*2:13 διαχλευάζοντες WH Treg NA28 ] χλευάζοντες RP

2:14 ὁ WH Treg NA28 ] – RP

2:14 πάντες WH Treg NA28 ] ἅπαντες RP

§2:17 ἐνυπνίοις WH Treg NA28 ] ἐνύπνια RP

*2:20 ἢ RP ] – WH Treg NA28

2:20 ἐλθεῖν WH Treg NA28 ] + τὴν RP

2:21 ἐὰν WH Treg ] ἂν NA28 RP

§2:22 ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ WH Treg NA28 ] ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον RP

*2:22 καθὼς WH Treg NA28 ] + καὶ RP

2:23 ἔκδοτον WH Treg NA28 ] + λαβόντες RP

2:23 χειρὸς WH Treg NA28 ] χειρῶν RP

§2:26 ἡ καρδία μου NA28 RP ] μου ἡ καρδία WH Treg

*2:27 ᾅδην WH Treg NA28 ] ᾍδου RP

2:30 αὐτοῦ WH Treg NA28 ] + τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν RP

2:30 τὸν θρόνον WH Treg NA28 ] τοῦ θρόνου RP

§2:31 οὔτε ἐγκατελείφθη WH Treg NA28 ] οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ RP

*2:31 ᾅδην WH NA28 ] ᾅδου Treg; ᾍδου RP

2:31 οὔτε WH Treg NA28 ] οὐδὲ RP

2:33 πνεύματος τοῦ ἁγίου WH Treg NA28 ] ἁγίου πνεύματος RP

§2:33 ὃ WH Treg NA28 ] + νὺν RP

*2:33 ὑμεῖς Treg NIV RP ] + καὶ WH NA28

2:34 ὁ NA28 RP ] – WH Treg

2:36 αὐτὸν καὶ χριστὸν WH Treg NA28 ] καὶ χριστὸν αὐτὸν RP

§2:36 ἐποίησεν ὁ θεός WH NA28 ] ὁ θεὸς ἐποίησεν Treg RP

*2:37 τὴν καρδίαν WH Treg NA28 ] τῇ καρδίᾳ RP

2:37 ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP

2:38 πρὸς αὐτούς· Μετανοήσατε WH Treg ] πρὸς αὐτούς Μετανοήσατε φησίν NA28; ἔφη πρὸς αὐτούς Μετανοήσατε RP

§2:38 ἐπὶ NA28 RP ] ἐν WH Treg

*2:38 τῶν WH Treg NA28 ] – RP

2:38 ὑμῶν WH Treg NA28 ] – RP

2:40 αὐτοὺς WH Treg NA28 ] – RP

§2:41 οὖν WH Treg NA28 ] + ἀσμένως RP

*2:41 ἐν WH Treg NA28 ] – RP

2:42 κοινωνίᾳ WH Treg NA28 ] + καὶ RP

2:43 Ἐγίνετο WH Treg NA28 ] Ἐγένετο RP

§2:43 τε Treg NA28 RP ] δὲ WH

*2:44 πιστεύοντες Treg NA28 RP ] πιστεύσαντες WH

2:44 ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ Treg NA28 RP ] ἐπὶ τὸ αὐτό WH

2:47 ἐπὶ τὸ αὐτό WH Treg NA28 ] τῇ ἐκκλησία RP