3
⸂Πέτρος δὲ*Πέτρος δὲ WH Treg NA28 ] Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος RP καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην, καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθʼ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν, ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην ⸀λαβεῖνλαβεῖν WH Treg NA28 ] – RP ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· Βλέψον εἰς ἡμᾶς. ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρʼ αὐτῶν λαβεῖν. εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ⸀περιπάτειπεριπάτει WH NIV ] ἔγειρε καὶ περιπάτει Treg NA28; ἔγειραι καὶ περιπάτει RP καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν ⸀αὐτόν§αὐτόν WH Treg NA28 ] – RP παραχρῆμα δὲ ἐστερεώθησαν ⸂αἱ βάσεις αὐτοῦ*αἱ βάσεις αὐτοῦ WH Treg NA28 ] αὐτοῦ αἱ βάσεις RP καὶ τὰ ⸀σφυδράσφυδρά WH NA28 ] σφυρά Treg RP καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. καὶ εἶδεν ⸂πᾶς ὁ λαὸς αὐτὸνπᾶς ὁ λαὸς αὐτὸν WH Treg NA28 ] αὐτὸν πᾶς ὁ λαὸς RP περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, 10 ἐπεγίνωσκον ⸀δὲ§δὲ WH Treg NA28 ] τε RP αὐτὸν ὅτι ⸀οὗτος*οὗτος WH Treg RP ] αὐτὸς NA28ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 Κρατοῦντος δὲ ⸀αὐτοῦαὐτοῦ WH Treg NA28 ] τοῦ ἰαθέντος χωλοῦ RP τὸντὸν WH Treg NA28 ] – RP Πέτρον καὶ ⸀τὸν Ἰωάννην συνέδραμεν ⸂πᾶς ὁ λαὸς πρὸς αὐτοὺς§πᾶς ὁ λαὸς πρὸς αὐτοὺς WH Treg NA28 ] πρὸς αὐτοὺς πᾶς ὁ λαὸς RP ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. 12 ἰδὼν δὲ ⸀ὁ*ὁ WH Treg NA28 ] – RPΠέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; 13 ὁ θεὸς Ἀβραὰμ καὶ ⸂Ἰσαὰκ καὶἸσαὰκ καὶ WH Treg NIV RP ] ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς NA28 Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς ⸀μὲνμὲν WH Treg RP NA28 ] – NIV παρεδώκατε καὶ ⸀ἠρνήσασθε§ἠρνήσασθε WH NA28 ] + αὐτὸν Treg RPκατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· 14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 16 καὶ ⸀ἐπὶ*ἐπὶ Treg NA28 RP ] – WHτῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ διʼ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· 18 ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν ⸀προφητῶνπροφητῶν WH Treg NA28 ] + αὐτοῦ RP παθεῖν τὸν χριστὸν ⸀αὐτοῦαὐτοῦ WH Treg NA28 ] – RPἐπλήρωσεν οὕτως. 19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε ⸀πρὸς§πρὸς WH ] εἰς Treg NA28 RPτὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, 20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν, 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ ⸀στόματος*στόματος WH Treg NA28 ] + πάντων RP τῶν ἁγίων ⸂ἀπʼ αἰῶνος αὐτοῦ προφητῶνἀπʼ αἰῶνος αὐτοῦ προφητῶν WH Treg NA28 ] αὐτοῦ προφητῶν ἀπʼ αἰῶνος RP. 22 Μωϋσῆς ⸀μὲνμὲν WH Treg NA28 ] + γὰρ πρὸς τοὺς πατέρας RP εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ ⸀θεὸς§θεὸς WH ] + ὑμῶν Treg NA28; + ἡμῶν RPἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ⸀ἂν*ἂν WH Treg ] ἐὰν NA28 RPμὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. 25 ὑμεῖς ἐστε ⸀οἱοἱ WH Treg NA28 ] – RP υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ⸂διέθετο ὁ θεὸςδιέθετο ὁ θεὸς Treg NA28 RP ] ὁ θεὸς διέθετο WH πρὸς τοὺς πατέρας ⸀ὑμῶν§ὑμῶν WH Treg NA28 ] ἡμῶν RP λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου ⸀ἐνευλογηθήσονται*ἐνευλογηθήσονται Treg NA28 RP ] εὐλογηθήσονται WHπᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26 ὑμῖν πρῶτον ⸂ἀναστήσας ὁ θεὸςἀναστήσας ὁ θεὸς WH NA28 ] ὁ θεὸς ἀναστήσας Treg RP τὸν παῖδα ⸀αὐτοῦαὐτοῦ WH Treg NA28 ] + Ἰησοῦν RPἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

*3:1 Πέτρος δὲ WH Treg NA28 ] Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος RP

3:3 λαβεῖν WH Treg NA28 ] – RP

3:6 περιπάτει WH NIV ] ἔγειρε καὶ περιπάτει Treg NA28; ἔγειραι καὶ περιπάτει RP

§3:7 αὐτόν WH Treg NA28 ] – RP

*3:7 αἱ βάσεις αὐτοῦ WH Treg NA28 ] αὐτοῦ αἱ βάσεις RP

3:7 σφυδρά WH NA28 ] σφυρά Treg RP

3:9 πᾶς ὁ λαὸς αὐτὸν WH Treg NA28 ] αὐτὸν πᾶς ὁ λαὸς RP

§3:10 δὲ WH Treg NA28 ] τε RP

*3:10 οὗτος WH Treg RP ] αὐτὸς NA28

3:11 αὐτοῦ WH Treg NA28 ] τοῦ ἰαθέντος χωλοῦ RP

3:11 τὸν WH Treg NA28 ] – RP

§3:11 πᾶς ὁ λαὸς πρὸς αὐτοὺς WH Treg NA28 ] πρὸς αὐτοὺς πᾶς ὁ λαὸς RP

*3:12 ὁ WH Treg NA28 ] – RP

3:13 Ἰσαὰκ καὶ WH Treg NIV RP ] ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς NA28

3:13 μὲν WH Treg RP NA28 ] – NIV

§3:13 ἠρνήσασθε WH NA28 ] + αὐτὸν Treg RP

*3:16 ἐπὶ Treg NA28 RP ] – WH

3:18 προφητῶν WH Treg NA28 ] + αὐτοῦ RP

3:18 αὐτοῦ WH Treg NA28 ] – RP

§3:19 πρὸς WH ] εἰς Treg NA28 RP

*3:21 στόματος WH Treg NA28 ] + πάντων RP

3:21 ἀπʼ αἰῶνος αὐτοῦ προφητῶν WH Treg NA28 ] αὐτοῦ προφητῶν ἀπʼ αἰῶνος RP

3:22 μὲν WH Treg NA28 ] + γὰρ πρὸς τοὺς πατέρας RP

§3:22 θεὸς WH ] + ὑμῶν Treg NA28; + ἡμῶν RP

*3:23 ἂν WH Treg ] ἐὰν NA28 RP

3:25 οἱ WH Treg NA28 ] – RP

3:25 διέθετο ὁ θεὸς Treg NA28 RP ] ὁ θεὸς διέθετο WH

§3:25 ὑμῶν WH Treg NA28 ] ἡμῶν RP

*3:25 ἐνευλογηθήσονται Treg NA28 RP ] εὐλογηθήσονται WH

3:26 ἀναστήσας ὁ θεὸς WH NA28 ] ὁ θεὸς ἀναστήσας Treg RP

3:26 αὐτοῦ WH Treg NA28 ] + Ἰησοῦν RP