14
Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. οἱ δὲ ⸀ἀπειθήσαντες*ἀπειθήσαντες WH Treg NA28 ] ἀπειθοῦντες RPἸουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷτῷ WH Treg RP ] ἐπὶ τῷ NA28κυρίῳ τῷ μαρτυροῦντι ⸀τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, κἀκεῖ ⸂εὐαγγελιζόμενοι ἦσανεὐαγγελιζόμενοι ἦσαν WH Treg NA28 ] ἦσαν εὐαγγελιζόμενοι RP.
Καί τις ἀνὴρ ⸂ἀδύνατος ἐν Λύστροις§ἀδύνατος ἐν Λύστροις WH NA28 ] ἐν Λύστροις ἀδύνατος Treg RP τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς ⸀αὐτοῦ*αὐτοῦ WH Treg NA28 ] + ὑπάρχων RP ὃς οὐδέποτε ⸀περιεπάτησενπεριεπάτησεν WH Treg NA28 ] περιπεπατήκει RP οὗτος ⸀ἤκουσενἤκουσεν Treg NA28 RP ] ἤκουεν WH τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν§ἔχει πίστιν WH Treg NA28 ] πίστιν ἔχει RP τοῦ σωθῆναι 10 εἶπεν ⸀μεγάλῃ*μεγάλῃ WH Treg NA28 ] + τῇ RP φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθόςὀρθός WH Treg NA28 ] ὀρθῶς RP καὶ ⸀ἥλατοἥλατο WH Treg NA28 ] ἥλλετο RPκαὶ περιεπάτει. 11 οἵ ⸀τε§τε WH NA28 ] δὲ Treg RP ὄχλοι ἰδόντες ὃ ⸀ἐποίησεν*ἐποίησεν WH Treg NA28 ] + ὁ RPΠαῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς 12 ἐκάλουν τε ⸀τὸντὸν WH Treg NA28 ] + μὲν RPΒαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 ὅ ⸀τετε WH Treg NA28 ] δὲ RP ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεως§πόλεως WH Treg NA28 ] + αὐτῶν RP ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ⸀αὐτῶν*αὐτῶν Treg NA28 RP ] ἑαυτῶν WH ⸀ἐξεπήδησανἐξεπήδησαν WH Treg NA28 ] εἰσεπήδησαν RPεἰς τὸν ὄχλον κράζοντες 15 καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ⸀θεὸνθεὸν WH Treg NA28 ] τὸν θεὸν τὸν RPζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 17 ⸀καίτοι§καίτοι WH Treg NA28 ] Καίτοιγε RP οὐκ ἀμάρτυρον ⸀αὑτὸν*αὑτὸν WH ] ἑαυτὸν RP; αὐτὸν Treg NA28 ἀφῆκεν ⸀ἀγαθουργῶνἀγαθουργῶν WH Treg NA28 ] ἀγαθοποιῶν RP οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ⸀ὑμῶνὑμῶν WH Treg NA28 ] ἡμῶν RP 18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, ⸀νομίζοντες§νομίζοντες WH Treg NA28 ] νομίσαντες RPαὐτὸν τεθνηκέναι. 20 κυκλωσάντων δὲ ⸂τῶν μαθητῶν αὐτὸν*τῶν μαθητῶν αὐτὸν WH Treg NA28 ] αὐτὸν τῶν μαθητῶν RP ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ ⸀εἰς⸀εἰς WH Treg NA28 ] – RP Ἰκόνιον καὶ ⸁εἰς⸁εἰς WH Treg NA28 ] – RPἈντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 23 χειροτονήσαντες δὲ αὐτοῖς ⸂κατʼ ἐκκλησίαν πρεσβυτέρους§κατʼ ἐκκλησίαν πρεσβυτέρους WH Treg NA28 ] πρεσβυτέρους κατʼ ἐκκλησίαν RP προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24 καὶ διελθόντες τὴν*τὴν WH Treg NA28 ] – RPΠισιδίαν ἦλθον εἰς ⸀τὴν Παμφυλίαν, 25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ⸀ἀνήγγελλονἀνήγγελλον WH Treg NA28 ] ἀνήγγειλαν RPὅσα ἐποίησεν ὁ θεὸς μετʼ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 διέτριβον ⸀δὲδὲ WH Treg NA28 ] + ἐκεῖ RPχρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

*14:2 ἀπειθήσαντες WH Treg NA28 ] ἀπειθοῦντες RP

14:3 τῷ WH Treg RP ] ἐπὶ τῷ NA28

14:7 εὐαγγελιζόμενοι ἦσαν WH Treg NA28 ] ἦσαν εὐαγγελιζόμενοι RP

§14:8 ἀδύνατος ἐν Λύστροις WH NA28 ] ἐν Λύστροις ἀδύνατος Treg RP

*14:8 αὐτοῦ WH Treg NA28 ] + ὑπάρχων RP

14:8 περιεπάτησεν WH Treg NA28 ] περιπεπατήκει RP

14:9 ἤκουσεν Treg NA28 RP ] ἤκουεν WH

§14:9 ἔχει πίστιν WH Treg NA28 ] πίστιν ἔχει RP

*14:10 μεγάλῃ WH Treg NA28 ] + τῇ RP

14:10 ὀρθός WH Treg NA28 ] ὀρθῶς RP

14:10 ἥλατο WH Treg NA28 ] ἥλλετο RP

§14:11 τε WH NA28 ] δὲ Treg RP

*14:11 ἐποίησεν WH Treg NA28 ] + ὁ RP

14:12 τὸν WH Treg NA28 ] + μὲν RP

14:13 τε WH Treg NA28 ] δὲ RP

§14:13 πόλεως WH Treg NA28 ] + αὐτῶν RP

*14:14 αὐτῶν Treg NA28 RP ] ἑαυτῶν WH

14:14 ἐξεπήδησαν WH Treg NA28 ] εἰσεπήδησαν RP

14:15 θεὸν WH Treg NA28 ] τὸν θεὸν τὸν RP

§14:17 καίτοι WH Treg NA28 ] Καίτοιγε RP

*14:17 αὑτὸν WH ] ἑαυτὸν RP; αὐτὸν Treg NA28

14:17 ἀγαθουργῶν WH Treg NA28 ] ἀγαθοποιῶν RP

14:17 ὑμῶν WH Treg NA28 ] ἡμῶν RP

§14:19 νομίζοντες WH Treg NA28 ] νομίσαντες RP

*14:20 τῶν μαθητῶν αὐτὸν WH Treg NA28 ] αὐτὸν τῶν μαθητῶν RP

14:21 ⸀εἰς WH Treg NA28 ] – RP

14:21 ⸁εἰς WH Treg NA28 ] – RP

§14:23 κατʼ ἐκκλησίαν πρεσβυτέρους WH Treg NA28 ] πρεσβυτέρους κατʼ ἐκκλησίαν RP

*14:24 τὴν WH Treg NA28 ] – RP

14:27 ἀνήγγελλον WH Treg NA28 ] ἀνήγγειλαν RP

14:28 δὲ WH Treg NA28 ] + ἐκεῖ RP