15
Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ ⸀περιτμηθῆτε*περιτμηθῆτε WH Treg NA28 ] περιτέμνησθε RP τῷτῷ WH Treg NA28 ] – RPἔθει ⸀τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. γενομένης ⸀δὲδὲ WH Treg NA28 ] οὖν RPστάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. οἱ μὲν οὖν προπεμφθέντε§τε WH Treg NA28 ] – RP ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν ⸀τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. παραγενόμενοι δὲ εἰς ⸀Ἱεροσόλυμα*Ἱεροσόλυμα Treg ] Ἱερουσαλὴμ WH NA28 RP ⸀παρεδέχθησανπαρεδέχθησαν WH Treg NA28 ] ἀπεδέχθησαν RP ⸀ἀπὸἀπὸ WH Treg NA28 ] ὑπὸ RPτῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετʼ αὐτῶν. ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
Συνήχθησάν ⸀τε§τε WH Treg NA28 ] δὲ RPοἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. πολλῆς δὲ ⸀ζητήσεως*ζητήσεως WH Treg NA28 ] συζητήσεως RP γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφʼ ἡμερῶν ἀρχαίων ⸂ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸςἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς ἐν ὑμῖν ἐξελέξατο RP διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι, καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς ⸀δοὺςδοὺς WH Treg NA28 ] + αὐτοῖς RPτὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν, καὶ ⸀οὐθὲν§οὐθὲν WH Treg NA28 ] οὐδὲν RPδιέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11 ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθʼ ὃν τρόπον κἀκεῖνοι.
12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διʼ αὐτῶν. 13 μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. 14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν ⸀λαὸν*λαὸν WH Treg NA28 ] + ἐπὶ RPτῷ ὀνόματι αὐτοῦ. 15 καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· 16 Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ ⸀κατεσκαμμένακατεσκαμμένα NA28 RP ] κατεστραμμένα WH Tregαὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, 17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτούς, λέγει ⸀κύριοςκύριος WH Treg NA28 ] + ὁ RP ποιῶν ⸀ταῦτα§ταῦτα WH Treg NA28 ] + πάντα RP 18 γνωστὰ ἀπʼ ⸀αἰῶνος*αἰῶνος WH Treg NA28 ] + ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ RP 19 διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν, 20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ⸀ἀπέχεσθαιἀπέχεσθαι WH Treg NA28 ] + ἀπὸ RP τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ ⸀τοῦτοῦ NA28 RP ] – WH Tregπνικτοῦ καὶ τοῦ αἵματος· 21 Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν ⸀τῷ§τῷ WH Treg NA28 ] – RP Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν ⸀καλούμενον*καλούμενον WH Treg NA28 ] ἐπικαλούμενον RPΒαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, 23 γράψαντες διὰ χειρὸς ⸀αὐτῶναὐτῶν WH Treg NA28 ] + τάδε RP Οἱ ἀπόστολοι καὶ οἱ ⸀πρεσβύτεροιπρεσβύτεροι WH Treg NA28 ] + καὶ οἱ RPἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. 24 ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ⸀ἐξελθόντες§ἐξελθόντες Treg NA28 RP ] – WH ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ⸀ὑμῶν*ὑμῶν WH Treg NA28 ] + λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον RPοἷς οὐ διεστειλάμεθα, 25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ⸀ἐκλεξαμένοιςἐκλεξαμένοις WH Treg NA28 ] ἐκλεξαμένους RPἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ, 26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 27 ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28 ἔδοξεν γὰρ τῷ ⸂πνεύματι τῷ ἁγίῳπνεύματι τῷ ἁγίῳ WH Treg NA28 ] ἁγίῳ πνεύματι RP καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν ⸂τούτων τῶν ἐπάναγκες§τούτων τῶν ἐπάναγκες WH Treg NA28 ] τῶν ἐπάναγκες τούτων RP, 29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ ⸀πνικτῶν*πνικτῶν WH Treg NA28 ] πνικτοῦ RPκαὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
30 Οἱ μὲν οὖν ἀπολυθέντες ⸀κατῆλθονκατῆλθον WH Treg NA28 ] ἦλθον RPεἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· 31 ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32 Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· 33 ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ⸂ἀποστείλαντας αὐτούςἀποστείλαντας αὐτούς WH Treg NA28 ] + ἀποστόλους RP; + 34 ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ TR. 35 Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
36 Μετὰ δέ τινας ἡμέρας εἶπεν ⸂πρὸς Βαρναβᾶν Παῦλος§πρὸς Βαρναβᾶν Παῦλος WH Treg NA28 ] Παῦλος πρὸς Βαρναβᾶν RP · Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ⸀ἀδελφοὺς*ἀδελφοὺς WH Treg NA28 ] + ἡμῶν RP κατὰ ⸂πόλιν πᾶσανπόλιν πᾶσαν WH Treg NA28 ] πᾶσαν πόλιν RP ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. 37 Βαρναβᾶς δὲ ⸀ἐβούλετοἐβούλετο WH Treg NA28 ] ἐβουλεύσατο RP συμπαραλαβεῖν ⸀καὶ§καὶ WH Treg NA28 ] – RPτὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ ⸀συμπαραλαμβάνειν*συμπαραλαμβάνειν WH Treg NA28 ] συμπαραλαβεῖν RPτοῦτον. 39 ἐγένετο ⸀δὲδὲ WH Treg NA28 ] οὖν RPπαροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον, 40 Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ ⸀κυρίουκυρίου WH Treg NA28 ] θεοῦ RPὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν§τὴν WH NA28 ] – Treg RPΣυρίαν καὶ ⸀τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

*15:1 περιτμηθῆτε WH Treg NA28 ] περιτέμνησθε RP

15:1 τῷ WH Treg NA28 ] – RP

15:2 δὲ WH Treg NA28 ] οὖν RP

§15:3 τε WH Treg NA28 ] – RP

*15:4 Ἱεροσόλυμα Treg ] Ἱερουσαλὴμ WH NA28 RP

15:4 παρεδέχθησαν WH Treg NA28 ] ἀπεδέχθησαν RP

15:4 ἀπὸ WH Treg NA28 ] ὑπὸ RP

§15:6 τε WH Treg NA28 ] δὲ RP

*15:7 ζητήσεως WH Treg NA28 ] συζητήσεως RP

15:7 ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς ἐν ὑμῖν ἐξελέξατο RP

15:8 δοὺς WH Treg NA28 ] + αὐτοῖς RP

§15:9 οὐθὲν WH Treg NA28 ] οὐδὲν RP

*15:14 λαὸν WH Treg NA28 ] + ἐπὶ RP

15:16 κατεσκαμμένα NA28 RP ] κατεστραμμένα WH Treg

15:17 κύριος WH Treg NA28 ] + ὁ RP

§15:17 ταῦτα WH Treg NA28 ] + πάντα RP

*15:18 αἰῶνος WH Treg NA28 ] + ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ RP

15:20 ἀπέχεσθαι WH Treg NA28 ] + ἀπὸ RP

15:20 τοῦ NA28 RP ] – WH Treg

§15:22 τῷ WH Treg NA28 ] – RP

*15:22 καλούμενον WH Treg NA28 ] ἐπικαλούμενον RP

15:23 αὐτῶν WH Treg NA28 ] + τάδε RP

15:23 πρεσβύτεροι WH Treg NA28 ] + καὶ οἱ RP

§15:24 ἐξελθόντες Treg NA28 RP ] – WH

*15:24 ὑμῶν WH Treg NA28 ] + λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον RP

15:25 ἐκλεξαμένοις WH Treg NA28 ] ἐκλεξαμένους RP

15:28 πνεύματι τῷ ἁγίῳ WH Treg NA28 ] ἁγίῳ πνεύματι RP

§15:28 τούτων τῶν ἐπάναγκες WH Treg NA28 ] τῶν ἐπάναγκες τούτων RP

*15:29 πνικτῶν WH Treg NA28 ] πνικτοῦ RP

15:30 κατῆλθον WH Treg NA28 ] ἦλθον RP

15:33 ἀποστείλαντας αὐτούς WH Treg NA28 ] + ἀποστόλους RP; + 34 ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ TR

§15:36 πρὸς Βαρναβᾶν Παῦλος WH Treg NA28 ] Παῦλος πρὸς Βαρναβᾶν RP

*15:36 ἀδελφοὺς WH Treg NA28 ] + ἡμῶν RP

15:36 πόλιν πᾶσαν WH Treg NA28 ] πᾶσαν πόλιν RP

15:37 ἐβούλετο WH Treg NA28 ] ἐβουλεύσατο RP

§15:37 καὶ WH Treg NA28 ] – RP

*15:38 συμπαραλαμβάνειν WH Treg NA28 ] συμπαραλαβεῖν RP

15:39 δὲ WH Treg NA28 ] οὖν RP

15:40 κυρίου WH Treg NA28 ] θεοῦ RP

§15:41 τὴν WH NA28 ] – Treg RP