11
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ. εἶπεν δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· ⸀Πάτερ*Πάτερ WH Treg NA28 ] + ἡμῶν ὁ ἐν τοῖς οὐρανοις RP ἁγιασθήτω τὸ ὄνομά σουσου WH Treg NA28 ] + Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῳ καὶ ἐπὶ τῆς γῆς RP ἐλθέτω ἡ βασιλεία ⸀σου· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθʼ ἡμέραν· καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς ⸀πειρασμόνπειρασμόν WH Treg NA28 ] + ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ RP
Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος ⸀μου§μου WH Treg NA28 ] – RPπαρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετʼ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι ⸂φίλον αὐτοῦ*φίλον αὐτοῦ WH Treg NA28 ] αὐτοῦ φίλον RP , διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ⸀ὅσωνὅσων WH Treg NA28 ] ὅσον RPχρῄζει.
Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· 10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 11 τίνα δὲ ⸀ἐξἐξ WH Treg NA28 ] – RP ὑμῶν τὸν πατέρα αἰτήσει ὁ ⸀υἱὸς§υἱὸς WH NA28 ] + ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ ἢ καὶ Treg RP ἰχθύν, ⸀καὶ*καὶ NA28 ] μὴ WH Treg RP ἀντὶ ἰχθύος ὄφιν ⸂αὐτῷ ἐπιδώσειαὐτῷ ἐπιδώσει WH Treg NA28 ] ἐπιδώσει αὐτῷ RP; 12 ἢ καὶ ⸀αἰτήσειαἰτήσει WH Treg NA28 ] ἐὰν αἰτήσῃ RP ᾠόν, ⸀ἐπιδώσει§ἐπιδώσει WH NA28 ] μὴ ἐπιδώσει Treg RPαὐτῷ σκορπίον; 13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
14 Καὶ ἦν ἐκβάλλων ⸀δαιμόνιον*δαιμόνιον WH ] + καὶ αὐτὸ ἦν Treg NA28 RPκωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι· 15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ ⸀τῷτῷ WH Treg NA28 ] – RPἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· 16 ἕτεροι δὲ πειράζοντες σημεῖον ⸂ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ WH Treg NA28 ] παρʼ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ RP. 17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφʼ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. 18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφʼ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. 19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο ⸂αὐτοὶ ὑμῶν κριταὶ§αὐτοὶ ὑμῶν κριταὶ WH NA28 ] αὐτοὶ κριταὶ ὑμῶν Treg; κριταὶ ὑμῶν αὐτοὶ RP ἔσονται. 20 εἰ δὲ ἐν δακτύλῳ ⸀θεοῦ*θεοῦ RP ] + ἐγὼ WH Treg NA28ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· 22 ἐπὰν ⸀δὲδὲ WH Treg NA28 ] + ὁ RP ἰσχυρότερος ⸀αὐτοῦαὐτοῦ WH Treg RP NA28 ] – NIVἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφʼ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. 23 ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.
24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ ⸀εὑρίσκον§εὑρίσκον Treg RP ] + τότε WH NA28λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· 25 καὶ ἐλθὸν ⸀εὑρίσκει*εὑρίσκει Treg NA28 RP ] + σχολάζοντα WHσεσαρωμένον καὶ κεκοσμημένον. 26 τότε πορεύεται καὶ παραλαμβάνει ⸂ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτάἕτερα … ἑαυτοῦ ἑπτά WH Treg NA28 ] ἑπτά ἕτερα … ἑαυτοῦ RP , καὶ ⸀εἰσελθόνταεἰσελθόντα WH Treg NA28 ] ἐλθόντα RPκατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις ⸂φωνὴν γυνὴ§φωνὴν γυνὴ WH NA28 ] γυνὴ φωνὴν Treg RP ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας· 28 αὐτὸς δὲ εἶπεν· ⸀Μενοῦν*Μενοῦν WH Treg NA28 ] Μενοῦνγε RP μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ ⸀φυλάσσοντεςφυλάσσοντες WH Treg NA28 ] + αὐτόν RP
29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· Ἡ γενεὰγενεὰ WH Treg NA28 ] – RP αὕτη ⸀γενεὰ πονηρά ἐστιν· σημεῖον ⸀ζητεῖ§ζητεῖ WH Treg NA28 ] ἐπιζητεῖ RP καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ*Ἰωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP 30 καθὼς γὰρ ἐγένετο ⸀ἸωνᾶςἸωνᾶς Treg NA28 RP ] ὁ Ἰωνᾶς WH ⸂τοῖς Νινευίταις σημεῖοντοῖς Νινευίταις σημεῖον WH Treg NA28 ] σημεῖον τοῖς Νινευίταις RP, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. 31 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. 32 ἄνδρες ⸀Νινευῖται§Νινευῖται WH Treg NA28 ] Νινευῒ RPἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
33 ⸀Οὐδεὶς*Οὐδεὶς WH Treg NA28 ] + δὲ RP λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ ⸀φέγγοςφέγγος RP ] φῶς WH Treg NA28βλέπωσιν. 34 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ⸀σουσου WH Treg NA28 ] – RP ⸀ὅταν§ὅταν WH Treg NA28 ] + οὖν RPὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. 35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. 36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον ⸂μέρος τι*μέρος τι WH Treg NA28 ] τι μέρος RP σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
37 Ἐν δὲ τῷ λαλῆσαι ⸀ἐρωτᾷἐρωτᾷ WH Treg NA28 ] ἠρωτᾷ RP αὐτὸν ⸀ΦαρισαῖοςΦαρισαῖος WH Treg NA28 ] + τις RPὅπως ἀριστήσῃ παρʼ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. 38 ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. 39 εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. 40 ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; 41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.
42 Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα ⸀δὲ§δὲ WH Treg NA28 ] – RP ἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀παρεῖναι*παρεῖναι WH Treg NA28 ] ἀφιέναι RP 43 οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. 44 οὐαὶ ⸀ὑμῖνὑμῖν WH Treg NA28 ] + γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί RP ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱοἱ WH Treg NA28 ] – RPἄνθρωποι ⸀οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. 46 ὁ δὲ εἶπεν· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. 47 οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 48 ἄρα ⸂μάρτυρές ἐστε§μάρτυρές ἐστε WH Treg NA28 ] μάρτυρεῖτε RP καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ ⸀οἰκοδομεῖτε*οἰκοδομεῖτε WH Treg NA28 ] + αὐτῶν τὰ μνημεῖα RP 49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ⸀διώξουσινδιώξουσιν WH NA28 ] ἐκδιώξουσιν Treg RP 50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, 51 ⸀ἀπὸἀπὸ WH Treg NA28 ] + τοῦ NIV RP αἵματος Ἅβελ ⸀ἕως§ἕως WH Treg NA28 ] + τοῦ NIV RPαἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52 οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
53 ⸂Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ*Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ WH Treg NA28 ] Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς RP ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, 54 ἐνεδρεύοντες ⸀αὐτὸναὐτὸν WH NA28 ] + ζητοῦντες Treg RP θηρεῦσαί τι ἐκ τοῦ στόματος ⸀αὐτοῦαὐτοῦ WH NA28 ] + ἵνα κατηγορήσωσιν αὐτοῦ Treg RP

*11:2 Πάτερ WH Treg NA28 ] + ἡμῶν ὁ ἐν τοῖς οὐρανοις RP

11:2 σου WH Treg NA28 ] + Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῳ καὶ ἐπὶ τῆς γῆς RP

11:4 πειρασμόν WH Treg NA28 ] + ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ RP

§11:6 μου WH Treg NA28 ] – RP

*11:8 φίλον αὐτοῦ WH Treg NA28 ] αὐτοῦ φίλον RP

11:8 ὅσων WH Treg NA28 ] ὅσον RP

11:11 ἐξ WH Treg NA28 ] – RP

§11:11 υἱὸς WH NA28 ] + ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ ἢ καὶ Treg RP

*11:11 καὶ NA28 ] μὴ WH Treg RP

11:11 αὐτῷ ἐπιδώσει WH Treg NA28 ] ἐπιδώσει αὐτῷ RP

11:12 αἰτήσει WH Treg NA28 ] ἐὰν αἰτήσῃ RP

§11:12 ἐπιδώσει WH NA28 ] μὴ ἐπιδώσει Treg RP

*11:14 δαιμόνιον WH ] + καὶ αὐτὸ ἦν Treg NA28 RP

11:15 τῷ WH Treg NA28 ] – RP

11:16 ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ WH Treg NA28 ] παρʼ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ RP

§11:19 αὐτοὶ ὑμῶν κριταὶ WH NA28 ] αὐτοὶ κριταὶ ὑμῶν Treg; κριταὶ ὑμῶν αὐτοὶ RP

*11:20 θεοῦ RP ] + ἐγὼ WH Treg NA28

11:22 δὲ WH Treg NA28 ] + ὁ RP

11:22 αὐτοῦ WH Treg RP NA28 ] – NIV

§11:24 εὑρίσκον Treg RP ] + τότε WH NA28

*11:25 εὑρίσκει Treg NA28 RP ] + σχολάζοντα WH

11:26 ἕτερα … ἑαυτοῦ ἑπτά WH Treg NA28 ] ἑπτά ἕτερα … ἑαυτοῦ RP

11:26 εἰσελθόντα WH Treg NA28 ] ἐλθόντα RP

§11:27 φωνὴν γυνὴ WH NA28 ] γυνὴ φωνὴν Treg RP

*11:28 Μενοῦν WH Treg NA28 ] Μενοῦνγε RP

11:28 φυλάσσοντες WH Treg NA28 ] + αὐτόν RP

11:29 γενεὰ WH Treg NA28 ] – RP

§11:29 ζητεῖ WH Treg NA28 ] ἐπιζητεῖ RP

*11:29 Ἰωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP

11:30 Ἰωνᾶς Treg NA28 RP ] ὁ Ἰωνᾶς WH

11:30 τοῖς Νινευίταις σημεῖον WH Treg NA28 ] σημεῖον τοῖς Νινευίταις RP

§11:32 Νινευῖται WH Treg NA28 ] Νινευῒ RP

*11:33 Οὐδεὶς WH Treg NA28 ] + δὲ RP

11:33 φέγγος RP ] φῶς WH Treg NA28

11:34 σου WH Treg NA28 ] – RP

§11:34 ὅταν WH Treg NA28 ] + οὖν RP

*11:36 μέρος τι WH Treg NA28 ] τι μέρος RP

11:37 ἐρωτᾷ WH Treg NA28 ] ἠρωτᾷ RP

11:37 Φαρισαῖος WH Treg NA28 ] + τις RP

§11:42 δὲ WH Treg NA28 ] – RP

*11:42 παρεῖναι WH Treg NA28 ] ἀφιέναι RP

11:44 ὑμῖν WH Treg NA28 ] + γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί RP

11:44 οἱ WH Treg NA28 ] – RP

§11:48 μάρτυρές ἐστε WH Treg NA28 ] μάρτυρεῖτε RP

*11:48 οἰκοδομεῖτε WH Treg NA28 ] + αὐτῶν τὰ μνημεῖα RP

11:49 διώξουσιν WH NA28 ] ἐκδιώξουσιν Treg RP

11:51 ἀπὸ WH Treg NA28 ] + τοῦ NIV RP

§11:51 ἕως WH Treg NA28 ] + τοῦ NIV RP

*11:53 Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ WH Treg NA28 ] Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς RP

11:54 αὐτὸν WH NA28 ] + ζητοῦντες Treg RP

11:54 αὐτοῦ WH NA28 ] + ἵνα κατηγορήσωσιν αὐτοῦ Treg RP