12
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ⸂ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων⸃.*ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NA28 ] τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις Treg RP οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ⸂ἔχοντα ἐξουσίανἔχοντα ἐξουσίαν WH Treg NA28 ] ἐξουσίαν ἔχοντα RP ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία ⸀πωλοῦνταιπωλοῦνται WH Treg NA28 ] πωλεῖται RPἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· ⸀μὴ§μὴ WH Treg NA28 ] + οὖν RPφοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ⸀ὁμολογήσῃ*ὁμολογήσῃ Treg NA28 RP ] ὁμολογήσει WHἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11 ὅταν δὲ ⸀εἰσφέρωσινεἰσφέρωσιν WH Treg NA28 ] προσφέρωσιν RP ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ ⸀μεριμνήσητεμεριμνήσητε WH Treg NA28 ] μεριμνᾶτε RP πῶς ⸂ἢ τί§ἢ τί WH Treg RP NA28 ] – NIV ἀπολογήσησθε ἢ τί εἴπητε· 12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
13 Εἶπεν δέ τις ⸂ἐκ τοῦ ὄχλου αὐτῷ*ἐκ τοῦ ὄχλου αὐτῷ WH NA28 ] αὐτῷ ἐκ τοῦ ὄχλου Treg RP· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν. 14 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν ⸀κριτὴνκριτὴν WH Treg NA28 ] δικαστὴν RPἢ μεριστὴν ἐφʼ ὑμᾶς; 15 εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ ⸀πάσηςπάσης WH Treg NA28 ] τῆς RP πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ ⸀αὐτοῦ§αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP ἐστιν ἐκ τῶν ὑπαρχόντων ⸀αὐτῷ*αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP 16 εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. 17 καὶ διελογίζετο ἐν ⸀ἑαυτῷἑαυτῷ Treg NA28 RP ] αὑτῷ WHλέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα ⸂τὸν σῖτοντὸν σῖτον WH Treg NA28 ] τὰ γενήματά μου RP καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπεν δὲ αὐτῷ ὁ θεός· ⸀Ἄφρων§Ἄφρων WH Treg NA28 ] Ἄφρον RP ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ⸀ἀπαιτοῦσιν*ἀπαιτοῦσιν NA28 RP ] αἰτοῦσιν WH Tregἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων ⸀ἑαυτῷἑαυτῷ Treg NA28 RP ] αὑτῷ WHκαὶ μὴ εἰς θεὸν πλουτῶν.
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο ⸂λέγω ὑμῖνλέγω ὑμῖν WH Treg NA28 ] ὑμῖν λέγω RP , μὴ μεριμνᾶτε τῇ ⸀ψυχῇ§ψυχῇ WH Treg NA28 ] + ὑμῶν RP τί φάγητε, μηδὲ τῷ ⸀σώματι*σώματι Treg NA28 RP ] + ὑμῶν WHτί ἐνδύσησθε. 23 ἡ ⸀γὰργὰρ WH Treg NA28 ] – RPψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ⸂ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναιἐπὶ … αὐτοῦ προσθεῖναι WH NA28 ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP ⸀πῆχυν§πῆχυν WH NA28 ] + ἕνα Treg NIV RP 26 εἰ οὖν ⸀οὐδὲ*οὐδὲ WH Treg NA28 ] οὐτὲ RPἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ ⸂ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερονἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NA28 ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ⸀ἀμφιέζειἀμφιέζει WH Treg NA28 ] ἀμφιέννυσιν RP πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. 29 καὶ§καὶ WH Treg NA28 ] ἢ RPὑμεῖς μὴ ζητεῖτε τί φάγητε ⸀καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ⸀ἐπιζητοῦσιν*ἐπιζητοῦσιν WH Treg NA28 ] ἐπιζητεῖ RP ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 πλὴν ζητεῖτε τὴν βασιλείαν ⸀αὐτοῦαὐτοῦ WH Treg NA28 ] τοῦ θεοῦ RP καὶ ⸀ταῦταταῦτα WH Treg NA28 ] + πάντα RPπροστεθήσεται ὑμῖν.
32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 ⸂κἂν ἐν τῇ δευτέρᾳ κἂν§κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NA28 ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί ⸀εἰσιν*εἰσιν WH NA28 ] + οἱ δοῦλοι Treg RPἐκεῖνοι.
39 Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ⸂οὐκ ἂνοὐκ ἂν NA28 ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP ἀφῆκεν ⸀διορυχθῆναιδιορυχθῆναι WH NA28 ] διορυγῆναι Treg RPτὸν οἶκον αὐτοῦ. 40 καὶ ⸀ὑμεῖς§ὑμεῖς WH Treg NA28 ] + οὖν RPγίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 Εἶπεν ⸀δὲ*δὲ WH Treg NA28 ] + αὐτῷ RPὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; 42 ⸂καὶ εἶπενκαὶ εἶπεν WH Treg NA28 ] Εἶπεν δὲ RP ὁ WH Treg NA28 ] καὶ RP κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸ§τὸ WH NA28 RP ] – Treg οἰκονόμος, ⸀ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ ⸀τὸ σιτομέτριον; 43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· 44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ⸀αὐτοῦ*αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP καὶ μὴ ἑτοιμάσας ⸀ἢἢ WH NA28 ] μηδὲ Treg RPποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· 48 ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 Πῦρ ἦλθον βαλεῖν ⸀ἐπὶἐπὶ WH Treg NA28 ] εἰς RPτὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ⸀ὅτου§ὅτου WH Treg NA28 ] οὗ RPτελεσθῇ. 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν. 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ⸂ἑνὶ οἴκῳ*ἑνὶ οἴκῳ WH Treg NA28 ] οἴκῳ ἑνὶ RP διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, 53 ⸀διαμερισθήσονταιδιαμερισθήσονται WH Treg NA28 ] Διαμερισθήσεται RP πατὴρ ἐπὶἐπὶ WH Treg RP ] + τὴν NA28 υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ⸀ἐπὶ ⸀θυγατέρα§θυγατέρα WH Treg NA28 ] θυγατρί RP καὶ θυγάτηρ ἐπὶ ⸂τὴν μητέρα*τὴν μητέρα WH Treg NA28 ] μητρί RP , πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν ⸀πενθεράνπενθεράν WH Treg NA28 ] + αὐτῆς RP
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν ⸀ἴδητεἴδητε WH Treg ] + τὴν NA28 RP νεφέλην ἀνατέλλουσαν ⸀ἐπὶ§ἐπὶ WH NA28 ] ἀπὸ Treg RP δυσμῶν, εὐθέως λέγετε ⸀ὅτι*ὅτι WH Treg NA28 ] – RPὌμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν ⸂δὲ καιρὸνδὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NA28 τοῦτον πῶς ⸂οὐκ οἴδατε δοκιμάζεινοὐκ οἴδατε δοκιμάζειν WH Treg NA28 ] οὐ δοκιμάζετε RP;
57 Τί δὲ καὶ ἀφʼ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπʼ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε ⸀παραδώσει§παραδώσει WH Treg NA28 ] παραδῷ RP τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε ⸀βαλεῖ*βαλεῖ WH Treg NA28 ] βάλῃ RPεἰς φυλακήν. 59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ⸂καὶ τὸκαὶ τὸ WH Treg NA28 ] οὗ καὶ τὸν RP ἔσχατον λεπτὸν ἀποδῷς.

*12:1 ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NA28 ] τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις Treg RP

12:5 ἔχοντα ἐξουσίαν WH Treg NA28 ] ἐξουσίαν ἔχοντα RP

12:6 πωλοῦνται WH Treg NA28 ] πωλεῖται RP

§12:7 μὴ WH Treg NA28 ] + οὖν RP

*12:8 ὁμολογήσῃ Treg NA28 RP ] ὁμολογήσει WH

12:11 εἰσφέρωσιν WH Treg NA28 ] προσφέρωσιν RP

12:11 μεριμνήσητε WH Treg NA28 ] μεριμνᾶτε RP

§12:11 ἢ τί WH Treg RP NA28 ] – NIV

*12:13 ἐκ τοῦ ὄχλου αὐτῷ WH NA28 ] αὐτῷ ἐκ τοῦ ὄχλου Treg RP

12:14 κριτὴν WH Treg NA28 ] δικαστὴν RP

12:15 πάσης WH Treg NA28 ] τῆς RP

§12:15 αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP

*12:15 αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP

12:17 ἑαυτῷ Treg NA28 RP ] αὑτῷ WH

12:18 τὸν σῖτον WH Treg NA28 ] τὰ γενήματά μου RP

§12:20 Ἄφρων WH Treg NA28 ] Ἄφρον RP

*12:20 ἀπαιτοῦσιν NA28 RP ] αἰτοῦσιν WH Treg

12:21 ἑαυτῷ Treg NA28 RP ] αὑτῷ WH

12:22 λέγω ὑμῖν WH Treg NA28 ] ὑμῖν λέγω RP

§12:22 ψυχῇ WH Treg NA28 ] + ὑμῶν RP

*12:22 σώματι Treg NA28 RP ] + ὑμῶν WH

12:23 γὰρ WH Treg NA28 ] – RP

12:25 ἐπὶ … αὐτοῦ προσθεῖναι WH NA28 ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP

§12:25 πῆχυν WH NA28 ] + ἕνα Treg NIV RP

*12:26 οὐδὲ WH Treg NA28 ] οὐτὲ RP

12:28 ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NA28 ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP

12:28 ἀμφιέζει WH Treg NA28 ] ἀμφιέννυσιν RP

§12:29 καὶ WH Treg NA28 ] ἢ RP

*12:30 ἐπιζητοῦσιν WH Treg NA28 ] ἐπιζητεῖ RP

12:31 αὐτοῦ WH Treg NA28 ] τοῦ θεοῦ RP

12:31 ταῦτα WH Treg NA28 ] + πάντα RP

§12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NA28 ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP

*12:38 εἰσιν WH NA28 ] + οἱ δοῦλοι Treg RP

12:39 οὐκ ἂν NA28 ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP

12:39 διορυχθῆναι WH NA28 ] διορυγῆναι Treg RP

§12:40 ὑμεῖς WH Treg NA28 ] + οὖν RP

*12:41 δὲ WH Treg NA28 ] + αὐτῷ RP

12:42 καὶ εἶπεν WH Treg NA28 ] Εἶπεν δὲ RP

12:42 ὁ WH Treg NA28 ] καὶ RP

§12:42 τὸ WH NA28 RP ] – Treg

*12:47 αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP

12:47 ἢ WH NA28 ] μηδὲ Treg RP

12:49 ἐπὶ WH Treg NA28 ] εἰς RP

§12:50 ὅτου WH Treg NA28 ] οὗ RP

*12:52 ἑνὶ οἴκῳ WH Treg NA28 ] οἴκῳ ἑνὶ RP

12:53 διαμερισθήσονται WH Treg NA28 ] Διαμερισθήσεται RP

12:53 ἐπὶ WH Treg RP ] + τὴν NA28

§12:53 θυγατέρα WH Treg NA28 ] θυγατρί RP

*12:53 τὴν μητέρα WH Treg NA28 ] μητρί RP

12:53 πενθεράν WH Treg NA28 ] + αὐτῆς RP

12:54 ἴδητε WH Treg ] + τὴν NA28 RP

§12:54 ἐπὶ WH NA28 ] ἀπὸ Treg RP

*12:54 ὅτι WH Treg NA28 ] – RP

12:56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NA28

12:56 οὐκ οἴδατε δοκιμάζειν WH Treg NA28 ] οὐ δοκιμάζετε RP

§12:58 παραδώσει WH Treg NA28 ] παραδῷ RP

*12:58 βαλεῖ WH Treg NA28 ] βάλῃ RP

12:59 καὶ τὸ WH Treg NA28 ] οὗ καὶ τὸν RP