14
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ⸀Ἔξεστιν*Ἔξεστιν WH Treg NA28 ] Εἰ ἔξεστιν RP τῷ σαββάτῳ ⸂θεραπεῦσαι ἢ οὔθεραπεῦσαι ἢ οὔ WH Treg NA28 ] θεραπεύειν RP; οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. ⸀καὶκαὶ WH Treg NA28 ] + ἀποκριθεὶς RP πρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ⸀πεσεῖται§πεσεῖται WH Treg NA28 ] ἐμπεσεῖται RP καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ⸀ἐν*ἐν WH NA28 ] ἐν τῇ RP; τῇ Tregἡμέρᾳ τοῦ σαββάτου; καὶ οὐκ ἴσχυσαν ⸀ἀνταποκριθῆναιἀνταποκριθῆναι WH Treg NA28 ] + αὐτῷ RPπρὸς ταῦτα.
Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ⸀ἐρεῖἐρεῖ WH Treg NA28 ] εἴπῃ RP σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸀πάντων§πάντων WH Treg NA28 ] – RPτῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ⸂ἀντικαλέσωσίν σε*ἀντικαλέσωσίν σε WH Treg NA28 ] σε ἀντικαλέσωσιν RP καὶ γένηται ⸂ἀνταπόδομά σοιἀνταπόδομά σοι WH Treg NA28 ] σοι ἀνταπόδομα RP. 13 ἀλλʼ ὅταν ⸂δοχὴν ποιῇςδοχὴν ποιῇς WH NA28 ] ποιῇς δοχήν Treg RP, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος ⸀ὅστις§ὅστις WH Treg NA28 ] ὃς RP φάγεται ⸀ἄρτον*ἄρτον WH Treg NA28 ] ἄριστον NIV RPἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ⸀ἐποίειἐποίει WH Treg NA28 ] ἐποίησεν RPδεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ⸀ἐστινἐστιν WH NA28 ] + πάντα Treg RP 18 καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸂πάντες παραιτεῖσθαι§πάντες παραιτεῖσθαι WH Treg NA28 ] παραιτεῖσθαι πάντες RP . ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ⸀ἐξελθὼν*ἐξελθὼν WH Treg NA28 ] ἐξελθεῖν καὶ RPἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 καὶ παραγενόμενος ὁ ⸀δοῦλοςδοῦλος WH Treg NA28 ] + ἐκεῖνος RP ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ ⸂τυφλοὺς καὶ χωλοὺςτυφλοὺς καὶ χωλοὺς WH Treg NA28 ] χωλοὺς καὶ τυφλοὺς RP εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ⸀ὃ§ὃ WH Treg NA28 ] ὡς RPἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸂μου ὁ οἶκος*μου ὁ οἶκος WH Treg NA28 ] ὁ οἶκος μου RP· 24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ ⸀δείπνουδείπνου WH Treg NA28 ] + Πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί RP
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ⸀ἑαυτοῦἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι ⸀τε§τε WH Treg NA28 ] δέ RP καὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ*ψυχὴν ἑαυτοῦ WH NA28 ] ἑαυτοῦ ψυχήν Treg RP , οὐ δύναται ⸂εἶναί μου μαθητήςεἶναί μου μαθητής WH Treg NA28 ] μου μαθητὴς εἶναι RP. 27 ⸀ὅστιςὅστις WH NA28 ] καὶ ὅστις Treg NIV RP οὐ βαστάζει τὸν σταυρὸν ⸀ἑαυτοῦ§ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg; αὑτοῦ RPκαὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28 τίς γὰρ ἐξ ⸀ὑμῶν*ὑμῶν WH Treg NA28 ] + ὁ RP θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ⸀ἔχειἔχει WH Treg NA28 ] + τὰ RPεἰς ἀπαρτισμόν; 29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ⸂αὐτῷ ἐμπαίζειναὐτῷ ἐμπαίζειν WH Treg NA28 ] ἐμπαίζειν αὐτῷ RP 30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 ἢ τίς βασιλεὺς πορευόμενος ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν§ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NA28 ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸀βουλεύσεται*βουλεύσεται WH NA28 ] βουλεύεται Treg RP εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸀ὑπαντῆσαιὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RPτῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν; 32 εἰ δὲ μήγε, ἔτι ⸂αὐτοῦ πόρρωαὐτοῦ πόρρω WH Treg NA28 ] πόρρω αὐτοῦ RP ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸀τὰ§τὰ Treg NA28 RP ] – WHπρὸς εἰρήνην. 33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου*εἶναί μου WH Treg NA28 ] μου εἶναι RP μαθητής.
34 Καλὸν ⸀οὖνοὖν WH Treg NA28 ] – RP τὸ ἅλας· ἐὰν δὲ ⸀καὶκαὶ WH Treg NA28 ] – RPτὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

*14:3 Ἔξεστιν WH Treg NA28 ] Εἰ ἔξεστιν RP

14:3 θεραπεῦσαι ἢ οὔ WH Treg NA28 ] θεραπεύειν RP

14:5 καὶ WH Treg NA28 ] + ἀποκριθεὶς RP

§14:5 πεσεῖται WH Treg NA28 ] ἐμπεσεῖται RP

*14:5 ἐν WH NA28 ] ἐν τῇ RP; τῇ Treg

14:6 ἀνταποκριθῆναι WH Treg NA28 ] + αὐτῷ RP

14:10 ἐρεῖ WH Treg NA28 ] εἴπῃ RP

§14:10 πάντων WH Treg NA28 ] – RP

*14:12 ἀντικαλέσωσίν σε WH Treg NA28 ] σε ἀντικαλέσωσιν RP

14:12 ἀνταπόδομά σοι WH Treg NA28 ] σοι ἀνταπόδομα RP

14:13 δοχὴν ποιῇς WH NA28 ] ποιῇς δοχήν Treg RP

§14:15 ὅστις WH Treg NA28 ] ὃς RP

*14:15 ἄρτον WH Treg NA28 ] ἄριστον NIV RP

14:16 ἐποίει WH Treg NA28 ] ἐποίησεν RP

14:17 ἐστιν WH NA28 ] + πάντα Treg RP

§14:18 πάντες παραιτεῖσθαι WH Treg NA28 ] παραιτεῖσθαι πάντες RP

*14:18 ἐξελθὼν WH Treg NA28 ] ἐξελθεῖν καὶ RP

14:21 δοῦλος WH Treg NA28 ] + ἐκεῖνος RP

14:21 τυφλοὺς καὶ χωλοὺς WH Treg NA28 ] χωλοὺς καὶ τυφλοὺς RP

§14:22 ὃ WH Treg NA28 ] ὡς RP

*14:23 μου ὁ οἶκος WH Treg NA28 ] ὁ οἶκος μου RP

14:24 δείπνου WH Treg NA28 ] + Πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί RP

14:26 ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP

§14:26 τε WH Treg NA28 ] δέ RP

*14:26 ψυχὴν ἑαυτοῦ WH NA28 ] ἑαυτοῦ ψυχήν Treg RP

14:26 εἶναί μου μαθητής WH Treg NA28 ] μου μαθητὴς εἶναι RP

14:27 ὅστις WH NA28 ] καὶ ὅστις Treg NIV RP

§14:27 ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg; αὑτοῦ RP

*14:28 ὑμῶν WH Treg NA28 ] + ὁ RP

14:28 ἔχει WH Treg NA28 ] + τὰ RP

14:29 αὐτῷ ἐμπαίζειν WH Treg NA28 ] ἐμπαίζειν αὐτῷ RP

§14:31 ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NA28 ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP

*14:31 βουλεύσεται WH NA28 ] βουλεύεται Treg RP

14:31 ὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RP

14:32 αὐτοῦ πόρρω WH Treg NA28 ] πόρρω αὐτοῦ RP

§14:32 τὰ Treg NA28 RP ] – WH

*14:33 εἶναί μου WH Treg NA28 ] μου εἶναι RP

14:34 οὖν WH Treg NA28 ] – RP

14:34 καὶ WH Treg NA28 ] – RP