15
Ἦσαν δὲ ⸂αὐτῷ ἐγγίζοντες*αὐτῷ ἐγγίζοντες WH Treg NA28 ] ἐγγίζοντες αὐτῷ RP πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. καὶ διεγόγγυζον οἵ ⸀τετε WH Treg NA28 ] – RPΦαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ⸀ἀπολέσαςἀπολέσας WH NA28 RP ] ἀπολέσῃ Treg ⸂ἐξ αὐτῶν ἓν§ἐξ αὐτῶν ἓν WH Treg NA28 ] ἓν ἐξ αὐτῶν RP οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ⸀αὐτοῦ*αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RPχαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ⸂ἐν τῷ οὐρανῷ ἔσταιἐν τῷ οὐρανῷ ἔσται WH NA28 ] ἔσται ἐν τῷ οὐρανῷ Treg RP ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ⸀οὗοὗ WH Treg NA28 ] ὅτου RPεὕρῃ; καὶ εὑροῦσα ⸀συγκαλεῖ§συγκαλεῖ WH NA28 ] συγκαλεῖται Treg RP τὰς φίλας ⸀καὶ*καὶ WH Treg NA28 ] + τὰς RPγείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 οὕτως, λέγω ὑμῖν, ⸂γίνεται χαρὰγίνεται χαρὰ WH Treg NA28 ] χαρὰ γίνεται RP ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· ⸂ὁ δὲὁ δὲ WH Treg NA28 ] Καὶ RP διεῖλεν αὐτοῖς τὸν βίον. 13 καὶ μετʼ οὐ πολλὰς ἡμέρας συναγαγὼν ⸀πάντα§πάντα WH Treg NA28 ] ἅπαντα RPὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ⸀ἰσχυρὰ*ἰσχυρὰ WH Treg NA28 ] ἰσχυρὸς RPκατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει ⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸγεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ Treg NIV RP ] χορτασθῆναι ἐκ WH NA28 τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ⸀ἔφηἔφη WH NA28 ] εἶπεν Treg RP Πόσοι μίσθιοι τοῦ πατρός μου ⸀περισσεύονται§περισσεύονται WH Treg NA28 ] περισσεύουσιν RP ἄρτων, ἐγὼ δὲ ⸂λιμῷ ὧδε*λιμῷ ὧδε WH NA28 ] ὧδε λιμῷ Treg; λιμῷ RP ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 ⸀οὐκέτιοὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RPεἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ⸀ἑαυτοῦἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21 εἶπεν δὲ ⸂ὁ υἱὸς αὐτῷ§ὁ υἱὸς αὐτῷ WH NA28 ] αὐτῷ ὁ υἱός Treg RP · Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ⸀οὐκέτι*οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP εἰμὶ ἄξιος κληθῆναι υἱός ⸀σουσου Treg NA28 RP ] + ποίησόν με ὡς ἕνα τῶν μισθίων σου WH 22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ⸀ΤαχὺΤαχὺ WH Treg NA28 ] – RP ⸀ἐξενέγκατε§ἐξενέγκατε WH Treg NA28 ] + τὴν RPστολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 23 καὶ ⸀φέρετε*φέρετε WH Treg NA28 ] ἐνέγκαντες RPτὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ⸂ἦν ἀπολωλὼςἦν ἀπολωλὼς WH Treg NA28 ] καὶ ἀπολωλὼς ἦν RP καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ⸀ἂνἂν WH Treg NA28 ] – RPεἴη ταῦτα· 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 ὠργίσθη δὲ§δὲ WH Treg NA28 ] οὖν RPκαὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ ⸀δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ ⸀αὐτοῦ*αὐτοῦ WH Treg NA28 ] – RP Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον ⸀μετὰμετὰ WH NA28 RP ] +τῶν Treg πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν ⸂σιτευτὸν μόσχονσιτευτὸν μόσχον WH Treg NA28 ] μόσχον τὸν σιτευτόν RP. 31 ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετʼ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ⸀ἔζησεν§ἔζησεν WH Treg NA28 ] ἀνέζησεν NIV RP καὶ ⸀ἀπολωλὼς*ἀπολωλὼς WH Treg NA28 ] + ἦν RPκαὶ εὑρέθη.

*15:1 αὐτῷ ἐγγίζοντες WH Treg NA28 ] ἐγγίζοντες αὐτῷ RP

15:2 τε WH Treg NA28 ] – RP

15:4 ἀπολέσας WH NA28 RP ] ἀπολέσῃ Treg

§15:4 ἐξ αὐτῶν ἓν WH Treg NA28 ] ἓν ἐξ αὐτῶν RP

*15:5 αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP

15:7 ἐν τῷ οὐρανῷ ἔσται WH NA28 ] ἔσται ἐν τῷ οὐρανῷ Treg RP

15:8 οὗ WH Treg NA28 ] ὅτου RP

§15:9 συγκαλεῖ WH NA28 ] συγκαλεῖται Treg RP

*15:9 καὶ WH Treg NA28 ] + τὰς RP

15:10 γίνεται χαρὰ WH Treg NA28 ] χαρὰ γίνεται RP

15:12 ὁ δὲ WH Treg NA28 ] Καὶ RP

§15:13 πάντα WH Treg NA28 ] ἅπαντα RP

*15:14 ἰσχυρὰ WH Treg NA28 ] ἰσχυρὸς RP

15:16 γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ Treg NIV RP ] χορτασθῆναι ἐκ WH NA28

15:17 ἔφη WH NA28 ] εἶπεν Treg RP

§15:17 περισσεύονται WH Treg NA28 ] περισσεύουσιν RP

*15:17 λιμῷ ὧδε WH NA28 ] ὧδε λιμῷ Treg; λιμῷ RP

15:19 οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP

15:20 ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP

§15:21 ὁ υἱὸς αὐτῷ WH NA28 ] αὐτῷ ὁ υἱός Treg RP

*15:21 οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP

15:21 σου Treg NA28 RP ] + ποίησόν με ὡς ἕνα τῶν μισθίων σου WH

15:22 Ταχὺ WH Treg NA28 ] – RP

§15:22 ἐξενέγκατε WH Treg NA28 ] + τὴν RP

*15:23 φέρετε WH Treg NA28 ] ἐνέγκαντες RP

15:24 ἦν ἀπολωλὼς WH Treg NA28 ] καὶ ἀπολωλὼς ἦν RP

15:26 ἂν WH Treg NA28 ] – RP

§15:28 δὲ WH Treg NA28 ] οὖν RP

*15:29 αὐτοῦ WH Treg NA28 ] – RP

15:30 μετὰ WH NA28 RP ] +τῶν Treg

15:30 σιτευτὸν μόσχον WH Treg NA28 ] μόσχον τὸν σιτευτόν RP

§15:32 ἔζησεν WH Treg NA28 ] ἀνέζησεν NIV RP

*15:32 ἀπολωλὼς WH Treg NA28 ] + ἦν RP