3
1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας 2 ⸀καὶ*καὶ Treg NA28 RP ] – WHλέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ⸀διὰ†διὰ WH Treg NA28 ] ὑπὸ RPἨσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4 αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ⸂ἦν αὐτοῦ‡ἦν αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἦν RP ἀκρίδες καὶ μέλι ἄγριον. 5 τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, 6 καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ⸀ποταμῷ§ποταμῷ WH Treg NA28 ] – RPὑπʼ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7 Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ⸀αὐτοῦ*αὐτοῦ Treg NA28 RP ] – WHεἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8 ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας 9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10 ἤδη ⸀δὲ†δὲ WH Treg NA28 ] + καὶ RPἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11 Ἐγὼ μὲν ⸂ὑμᾶς βαπτίζω‡ὑμᾶς βαπτίζω WH Treg NA28 ] βαπτίζω ὑμᾶς RP ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ⸂καὶ πυρί§καὶ πυρί WH Treg NA28 ] – RP· 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ⸀ἀποθήκην*ἀποθήκην WH NA28 RP ] + αὐτοῦ Treg τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ. 14 ὁ δὲ ⸀Ἰωάννης†Ἰωάννης Treg NA28 RP ] – WHδιεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸂πρὸς αὐτόν‡πρὸς αὐτόν Treg NA28 RP ] αὐτῷ WH· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 ⸂βαπτισθεὶς δὲ§βαπτισθεὶς δὲ WH Treg NA28 ] Καὶ βαπτισθεὶς RP ὁ Ἰησοῦς ⸂εὐθὺς ἀνέβη*εὐθὺς ἀνέβη WH Treg NA28 ] ἀνέβη εὐθὺς RP ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ⸀ἠνεῴχθησαν†ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA28 οἱ οὐρανοί, καὶ εἶδεν ⸀πνεῦμα‡πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NA28 RP θεοῦ καταβαῖνον ὡσεὶ ⸀περιστερὰν ἐρχόμενον ἐπʼ αὐτόν·§ περιστερὰν WH ] + καὶ Treg NA28 RP 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
*3:2 καὶ Treg NA28 RP ] – WH
†3:3 διὰ WH Treg NA28 ] ὑπὸ RP
‡3:4 ἦν αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἦν RP
§3:6 ποταμῷ WH Treg NA28 ] – RP
*3:7 αὐτοῦ Treg NA28 RP ] – WH
†3:10 δὲ WH Treg NA28 ] + καὶ RP
‡3:11 ὑμᾶς βαπτίζω WH Treg NA28 ] βαπτίζω ὑμᾶς RP
§3:11 καὶ πυρί WH Treg NA28 ] – RP
*3:12 ἀποθήκην WH NA28 RP ] + αὐτοῦ Treg
†3:14 Ἰωάννης Treg NA28 RP ] – WH
‡3:15 πρὸς αὐτόν Treg NA28 RP ] αὐτῷ WH
§3:16 βαπτισθεὶς δὲ WH Treg NA28 ] Καὶ βαπτισθεὶς RP
*3:16 εὐθὺς ἀνέβη WH Treg NA28 ] ἀνέβη εὐθὺς RP
†3:16 ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA28
‡3:16 πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NA28 RP
§3:16 περιστερὰν WH ] + καὶ Treg NA28 RP