4
1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. 2 καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν. 3 καὶ προσελθὼν ⸂ὁ πειράζων εἶπεν αὐτῷ*ὁ πειράζων εἶπεν αὐτῷ WH Treg NA28 ] αὐτῷ ὁ πειράζων εἶπεν RP· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. 4 ὁ†ὁ WH Treg NA28 ] – RP δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ἄνθρωπος, ἀλλʼ ⸀ἐπὶ‡ἐπὶ WH NA28 RP ] ἐν Tregπαντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ⸀ἔστησεν§ἔστησεν WH Treg NA28 ] ἵστησιν RPαὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, 6 καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 7 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν 9 καὶ ⸀εἶπεν*εἶπεν WH Treg NA28 ] λέγει RP αὐτῷ· Ταῦτά ⸂σοι πάντα†σοι πάντα WH Treg NA28 ] πάντα σοι RP δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ὕπαγε‡Ὕπαγε WH Treg NA28 ] + ὀπίσω μου NIV RP Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 11 τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12 Ἀκούσας ⸀δὲ§δὲ WH Treg NA28 ] + ὁ Ἰησοῦς RPὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. 13 καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ· 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· 15 Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, 16 ὁ λαὸς ὁ καθήμενος ἐν ⸀σκοτίᾳ*σκοτίᾳ WH Treg ] σκότει NA28 RP ⸂φῶς εἶδεν†φῶς εἶδεν WH Treg NA28 ] εἶδεν φῶς RP μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. 17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς· 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
23 Καὶ περιῆγεν ⸂ἐν ὅλῃ τῇ Γαλιλαίᾳ‡ἐν ὅλῃ τῇ Γαλιλαίᾳ WH NA28 ] ὁ Ἰησοῦς ἐν ὅλῃ τῇ Γαλιλαίᾳ Treg; ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς RP, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. 24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις ⸀συνεχομένους§συνεχομένους WH Treg ] + καὶ NA28 RP δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς. 25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
*4:3 ὁ πειράζων εἶπεν αὐτῷ WH Treg NA28 ] αὐτῷ ὁ πειράζων εἶπεν RP
†4:4 ὁ WH Treg NA28 ] – RP
‡4:4 ἐπὶ WH NA28 RP ] ἐν Treg
§4:5 ἔστησεν WH Treg NA28 ] ἵστησιν RP
*4:9 εἶπεν WH Treg NA28 ] λέγει RP
†4:9 σοι πάντα WH Treg NA28 ] πάντα σοι RP
‡4:10 Ὕπαγε WH Treg NA28 ] + ὀπίσω μου NIV RP
§4:12 δὲ WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
*4:16 σκοτίᾳ WH Treg ] σκότει NA28 RP
†4:16 φῶς εἶδεν WH Treg NA28 ] εἶδεν φῶς RP
‡4:23 ἐν ὅλῃ τῇ Γαλιλαίᾳ WH NA28 ] ὁ Ἰησοῦς ἐν ὅλῃ τῇ Γαλιλαίᾳ Treg; ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς RP
§4:24 συνεχομένους WH Treg ] + καὶ NA28 RP