16
Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ⸂Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός·*16:2–3 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NA28 RP ] ⟦WH⟧ τὸ Treg NA28 ⟦WH⟧ ] Ὑποκριταί τὸ RP καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. ⸀τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.⸃ Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀ἸωνᾶἸωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. Καὶ ἐλθόντες οἱ ⸀μαθηταὶ§μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RPεἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ ὁ Ἰησοῦς ⸀εἶπεν*εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ⸀ἐλάβετεἐλάβετε Treg RP ] ἔχετε WH NA28 οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ⸀ἄρτωνἄρτων WH Treg NA28 ] ἄρτου RP εἶπον ὑμῖν; ⸂προσέχετε δὲ§προσέχετε δὲ WH Treg NA28 ] προσέχειν RP ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης ⸂τῶν ἄρτων*τῶν ἄρτων WH Treg NA28 ] τοῦ ἄρτου RP ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· ⸀ΤίναΤίνα WH Treg NA28 ] + με RPλέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17 ⸂ἀποκριθεὶς δὲἀποκριθεὶς δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς RP ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλʼ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· 19 ⸀δώσω§δώσω WH NA28 ] καὶ δώσω Treg RP σοι τὰς ⸀κλεῖδας*κλεῖδας WH Treg NA28 ] κλεῖς RP τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ⸀ἐὰν⸀ἐὰν WH NA28 RP ] ἂν Treg δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ⸁ἐὰν⸁ἐὰν WH NA28 RP ] ἂν Tregλύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 τότε ⸀διεστείλατο§διεστείλατο Treg RP NA28 ] ἐπετίμησεν WH NIV τοῖς ⸀μαθηταῖς*μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ⸀ἐστινἐστιν WH Treg NA28 ] + Ἰησοῦς RPὁ χριστός. 21 Ἀπὸ τότε ἤρξατο ⸂ὁ Ἰησοῦςὁ Ἰησοῦς Treg NA28 RP ] Ἰησοῦς Χριστὸς WH δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ⸂εἰς Ἱεροσόλυμα ἀπελθεῖν§εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NA28 ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον ⸂εἶ ἐμοῦ*εἶ ἐμοῦ WH Treg NA28 ] μου εἶ RP, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. 24 Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 25 ὃς γὰρ ⸀ἐὰνἐὰν WH Treg NA28 ] ἂν RPθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 26 τί γὰρ ⸀ὠφεληθήσεταιὠφεληθήσεται WH Treg NA28 ] ὠφελεῖται RPἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 ἀμὴν λέγω ὑμῖν ⸀ὅτι§ὅτι WH NA28 ] – Treg RP εἰσίν τινες ⸂τῶν ὧδε ἑστώτων*τῶν ὧδε ἑστώτων WH Treg NA28 ] ὧδε ἑστῶτες RP οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

*16:2 16:2–3 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NA28 RP ] ⟦WH⟧

16:2 τὸ Treg NA28 ⟦WH⟧ ] Ὑποκριταί τὸ RP

16:4 Ἰωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP

§16:5 μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP

*16:8 εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP

16:8 ἐλάβετε Treg RP ] ἔχετε WH NA28

16:11 ἄρτων WH Treg NA28 ] ἄρτου RP

§16:11 προσέχετε δὲ WH Treg NA28 ] προσέχειν RP

*16:12 τῶν ἄρτων WH Treg NA28 ] τοῦ ἄρτου RP

16:13 Τίνα WH Treg NA28 ] + με RP

16:17 ἀποκριθεὶς δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς RP

§16:19 δώσω WH NA28 ] καὶ δώσω Treg RP

*16:19 κλεῖδας WH Treg NA28 ] κλεῖς RP

16:19 ⸀ἐὰν WH NA28 RP ] ἂν Treg

16:19 ⸁ἐὰν WH NA28 RP ] ἂν Treg

§16:20 διεστείλατο Treg RP NA28 ] ἐπετίμησεν WH NIV

*16:20 μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP

16:20 ἐστιν WH Treg NA28 ] + Ἰησοῦς RP

16:21 ὁ Ἰησοῦς Treg NA28 RP ] Ἰησοῦς Χριστὸς WH

§16:21 εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NA28 ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP

*16:23 εἶ ἐμοῦ WH Treg NA28 ] μου εἶ RP

16:25 ἐὰν WH Treg NA28 ] ἂν RP

16:26 ὠφεληθήσεται WH Treg NA28 ] ὠφελεῖται RP

§16:28 ὅτι WH NA28 ] – Treg RP

*16:28 τῶν ὧδε ἑστώτων WH Treg NA28 ] ὧδε ἑστῶτες RP