24
Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸂ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο*ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NA28 ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· ὁ δὲ ⸀ἀποκριθεὶςἀποκριθεὶς WH Treg NA28 ] Ἰησοῦς RP εἶπεν αὐτοῖς· Οὐ βλέπετε ⸂ταῦτα πάνταταῦτα πάντα WH Treg NA28 ] πάντα ταῦτα RP; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ§καὶ WH Treg NA28 ] + τῆς RPτί τὸ σημεῖον τῆς σῆς παρουσίας ⸀καὶ συντελείας τοῦ αἰῶνος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν. μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ ⸀γὰρ*γὰρ WH Treg NA28 ] + πάντα RPγενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται ⸀λιμοὶλιμοὶ WH Treg NA28 ] + καὶ λοιμοὶ RPκαὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ⸀ἑστὸςἑστὸς WH Treg NA28 ] ἑστὼς RPἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸀ἐπὶ§ἐπὶ RP ] εἰς WH Treg NA28τὰ ὄρη, 17 ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω*καταβάτω WH Treg NA28 ] καταβαινέτω RPἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιοντὸ ἱμάτιον WH Treg NA28 ] τὰ ἱμάτια RP αὐτοῦ. 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· 21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται. 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε· 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε ⸀πλανῆσαιπλανῆσαι NA28 RP ] πλανᾶσθαι WH Tregεἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· 25 ἰδοὺ προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ⸀ἔσται§ἔσται WH Treg NA28 ] + καὶ RPἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 ⸀ὅπου*ὅπου WH Treg NA28 ] + γὰρ RPἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν ⸀τῷτῷ RP ] – WH Treg NA28οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ⸀σάλπιγγοςσάλπιγγος WH NA28 ] + φωνῆς Treg RP μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν§τῶν WH Treg NA28 ] – RPτεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕως ⸀τῶν ἄκρων αὐτῶν.
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸂πάντα ταῦτα*πάντα ταῦτα WH NA28 ] ταῦτα πάντα Treg RP, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 ἀμὴν λέγω ὑμῖν ⸀ὅτιὅτι WH Treg NA28 ] – RPοὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσεταιπαρελεύσεται WH Treg NA28 ] παρελεύσονται RP οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν ⸂οὐδὲ ὁ υἱός§οὐδὲ ὁ υἱός WH NA28 ] – Treg RP , εἰ μὴ ὁ ⸀πατὴρ*πατὴρ WH Treg NA28 ] + μου RPμόνος. 37 ὥσπερ ⸀γὰργὰρ WH Treg NA28 ] δὲ RP αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ⸀ἔσταιἔσται WH Treg NA28 ] + καὶ RPἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 ⸀ὡς§ὡς WH Treg NA28 ] Ὥσπερ RP γὰρ ἦσαν ἐν ταῖς ⸀ἡμέραις*ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA28 ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸀γαμίζοντεςγαμίζοντες WH NA28 ] ἐκγαμίζοντες Treg RP ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶκαὶ RP NA28 ] – WH Treg NIVοὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ⸀καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε ⸂δύο ἔσονται§δύο ἔσονται Treg NA28 RP ] ἔσονται δύο WH ἐν τῷ ἀγρῷ, ⸀εἷς*⸀εἷς WH Treg NA28 ] ὁ εἷς RP παραλαμβάνεται καὶ ⸁εἷς⸁εἷς WH Treg NA28 ] ὁ εἷς RPἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ ⸀μύλῳμύλῳ WH Treg NA28 ] μύλωνι RP μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ⸀ἡμέρᾳ§ἡμέρᾳ WH Treg NA28 ] ὥρᾳ RPὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ⸂οὐ δοκεῖτε ὥρᾳ*οὐ δοκεῖτε ὥρᾳ WH Treg NA28 ] ὥρᾳ οὐ δοκεῖτε RP ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ ⸀κύριοςκύριος WH Treg NA28 ] + αὐτοῦ RP ἐπὶ τῆς ⸀οἰκετείαςοἰκετείας WH Treg NA28 ] θεραπείας RP αὐτοῦ τοῦ ⸀δοῦναι§δοῦναι WH Treg NA28 ] διδόναι RPαὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸂οὕτως ποιοῦντα*οὕτως ποιοῦντα WH Treg NA28 ] ποιοῦντα οὕτως RP· 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ⸂μου ὁ κύριοςμου ὁ κύριος WH Treg NA28 ] ὁ κύριός μου ἐλθεῖν RP, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ⸂αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ⸃ μετὰ τῶν μεθυόντων,αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NA28 ] ἐσθίειν δὲ καὶ πίνειν RP 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

*24:1 ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NA28 ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP

24:2 ἀποκριθεὶς WH Treg NA28 ] Ἰησοῦς RP

24:2 ταῦτα πάντα WH Treg NA28 ] πάντα ταῦτα RP

§24:3 καὶ WH Treg NA28 ] + τῆς RP

*24:6 γὰρ WH Treg NA28 ] + πάντα RP

24:7 λιμοὶ WH Treg NA28 ] + καὶ λοιμοὶ RP

24:15 ἑστὸς WH Treg NA28 ] ἑστὼς RP

§24:16 ἐπὶ RP ] εἰς WH Treg NA28

*24:17 καταβάτω WH Treg NA28 ] καταβαινέτω RP

24:18 τὸ ἱμάτιον WH Treg NA28 ] τὰ ἱμάτια RP

24:24 πλανῆσαι NA28 RP ] πλανᾶσθαι WH Treg

§24:27 ἔσται WH Treg NA28 ] + καὶ RP

*24:28 ὅπου WH Treg NA28 ] + γὰρ RP

24:30 τῷ RP ] – WH Treg NA28

24:31 σάλπιγγος WH NA28 ] + φωνῆς Treg RP

§24:31 τῶν WH Treg NA28 ] – RP

*24:33 πάντα ταῦτα WH NA28 ] ταῦτα πάντα Treg RP

24:34 ὅτι WH Treg NA28 ] – RP

24:35 παρελεύσεται WH Treg NA28 ] παρελεύσονται RP

§24:36 οὐδὲ ὁ υἱός WH NA28 ] – Treg RP

*24:36 πατὴρ WH Treg NA28 ] + μου RP

24:37 γὰρ WH Treg NA28 ] δὲ RP

24:37 ἔσται WH Treg NA28 ] + καὶ RP

§24:38 ὡς WH Treg NA28 ] Ὥσπερ RP

*24:38 ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA28

24:38 γαμίζοντες WH NA28 ] ἐκγαμίζοντες Treg RP

24:39 καὶ RP NA28 ] – WH Treg NIV

§24:40 δύο ἔσονται Treg NA28 RP ] ἔσονται δύο WH

*24:40 ⸀εἷς WH Treg NA28 ] ὁ εἷς RP

24:40 ⸁εἷς WH Treg NA28 ] ὁ εἷς RP

24:41 μύλῳ WH Treg NA28 ] μύλωνι RP

§24:42 ἡμέρᾳ WH Treg NA28 ] ὥρᾳ RP

*24:44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NA28 ] ὥρᾳ οὐ δοκεῖτε RP

24:45 κύριος WH Treg NA28 ] + αὐτοῦ RP

24:45 οἰκετείας WH Treg NA28 ] θεραπείας RP

§24:45 δοῦναι WH Treg NA28 ] διδόναι RP

*24:46 οὕτως ποιοῦντα WH Treg NA28 ] ποιοῦντα οὕτως RP

24:48 μου ὁ κύριος WH Treg NA28 ] ὁ κύριός μου ἐλθεῖν RP

24:49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NA28 ] ἐσθίειν δὲ καὶ πίνειν RP