27
Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ ⸀παρέδωκαν*παρέδωκαν WH Treg NA28 ] + αὐτὸν Ποντίῳ RPΠιλάτῳ τῷ ἡγεμόνι. Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺςπαραδιδοὺς Treg NA28 RP ] παραδοὺς WH αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ⸀ἔστρεψενἔστρεψεν WH Treg NA28 ] ἀπέστρεψεν RP τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν ⸀καὶ§καὶ WH Treg NA28 ] + τοῖς RPπρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα ⸀ἀθῷον*ἀθῷον Treg NA28 RP ] δίκαιον WH οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ⸀ὄψῃὄψῃ WH Treg NA28 ] ὄψει RP καὶ ῥίψας τὰ ἀργύρια ⸂εἰς τὸν ναὸνεἰς τὸν ναὸν WH Treg NA28 ] ἐν τῷ ναῷ RP ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος. 11 Ὁ δὲ Ἰησοῦς ⸀ἐστάθη§ἐστάθη WH Treg NA28 ] ἔστη RP ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ⸀ἔφη*ἔφη WH NA28 ] + αὐτῷ Treg RP Σὺ λέγεις. 12 καὶκαὶ WH NA28 ] + τῶν Treg RPἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων ⸀καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. 15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ⸀ἸησοῦνἸησοῦν NA28 ] – WH Treg NIV RPΒαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, ⸂Ἰησοῦν τὸν§Ἰησοῦν τὸν NA28 ] τὸν WH; – Treg NIV RP Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· ⸀Τὸν*Τὸν WH Treg NA28 ] – RPΒαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; ⸀λέγουσινλέγουσιν WH Treg NA28 ] + αὐτῷ RPπάντες· Σταυρωθήτω. 23 ὁ ⸀δὲδὲ WH Treg NA28 ] + ἡγεμὼν RPἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. 24 Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ⸀ἀπέναντι§ἀπέναντι NA28 RP ] κατέναντι WH Treg τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ ⸀αἵματος*αἵματος WH NA28 ] + τοῦ δικαίου Treg RPτούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. 27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν. 28 καὶ ἐκδύσαντες αὐτὸν ⸂χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷχλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ WH Treg NA28 ] περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην RP, 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ ⸂τῆς κεφαλῆςτῆς κεφαλῆς WH Treg NA28 ] τὴν κεφαλὴν RP αὐτοῦ καὶ κάλαμον ⸂ἐν τῇ δεξιᾷ§ἐν τῇ δεξιᾷ WH Treg NA28 ] ἐπὶ τὴν δεξιὰν RP αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ⸀ἐνέπαιξαν*ἐνέπαιξαν WH NA28 ] ἐνέπαιζον Treg RP αὐτῷ λέγοντες· Χαῖρε, ⸀βασιλεῦβασιλεῦ WH Treg NA28 ] ὁ βασιλεὺς RPτῶν Ἰουδαίων, 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. 32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν ⸂Κρανίου Τόπος λεγόμενοςΚρανίου Τόπος λεγόμενος WH Treg NA28 ] λεγόμενος Κρανίου Τόπος RP, 34 ἔδωκαν αὐτῷ πιεῖν ⸀οἶνον§οἶνον WH Treg NA28 ] ὄξος RP μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ⸀ἠθέλησεν*ἠθέλησεν WH Treg NA28 ] ἤθελεν RPπιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, ⸀κατάβηθικατάβηθι WH Treg NIV RP ] καὶ κατάβηθι NA28ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως ⸀καὶκαὶ WH NA28 ] δὲ καὶ Treg RP οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ ⸀πρεσβυτέρων§πρεσβυτέρων WH Treg NA28 ] + καὶ Φαρισαίων RPἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ⸀βασιλεὺς*βασιλεὺς WH Treg NA28 ] Εἰ βασιλεὺς RP Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπʼ ⸀αὐτόναὐτόν WH Treg NA28 ] αὐτῷ RP 43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω ⸀νῦννῦν WH NA28 ] + αὐτόν Treg RPεἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες ⸀σὺν§σὺν WH Treg NA28 ] – RPαὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ⸀ἀνεβόησεν*ἀνεβόησεν NA28 RP ] ἐβόησεν WH Treg ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ⸂Ἠλὶ ἠλὶἨλὶ ἠλὶ Treg RP NA28 ] Ἐλωῒ ἐλωῒ WH NIV λεμὰ σαβαχθάνι; τοῦτʼ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ⸀ἑστηκότωνἑστηκότων WH Treg NA28 ] ἑστώτων RPἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ⸀ἔλεγον§ἔλεγον NA28 RP ] εἶπαν WH Treg Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων ⸀αὐτόν*αὐτόν Treg NA28 RP ] + ⟦ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα⟧ WH 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ⸂ἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύοἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύο WH Treg NA28 ] εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω RP, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ⸀ἠγέρθησανἠγέρθησαν WH Treg NA28 ] ἠγέρθη RP 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸀γενόμενα§γενόμενα NA28 RP ] γινόμενα WH Treg ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς ⸂θεοῦ υἱὸς*θεοῦ υἱὸς WH NA28 RP ] υἱὸς θεοῦ Treg ἦν οὗτος. 55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ ⸀ἸωσὴφἸωσὴφ WH NA28 ] Ἰωσῆ Treg NIV RPμήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. 57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ⸀ἐμαθητεύθηἐμαθητεύθη WH Treg NA28 ] ἐμαθήτευσεν RPτῷ Ἰησοῦ· 58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ⸀ἀποδοθῆναι§ἀποδοθῆναι WH NA28 ] + τὸ σῶμα Treg RP 59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν ⸀αὐτὸ*αὐτὸ RP ] + ἐν WH Treg NA28σινδόνι καθαρᾷ, 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 ἦν δὲ ἐκεῖ ⸀ΜαριὰμΜαριὰμ WH NA28 ] Μαρία Treg RPἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. 62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63 λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· 64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ ⸀αὐτοῦαὐτοῦ Treg NA28 ] – WH; αὐτοῦ νυκτὸς RPκλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. 65 ⸀ἔφη§ἔφη WH Treg NA28 ] + δὲ RPαὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. 66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

*27:2 παρέδωκαν WH Treg NA28 ] + αὐτὸν Ποντίῳ RP

27:3 παραδιδοὺς Treg NA28 RP ] παραδοὺς WH

27:3 ἔστρεψεν WH Treg NA28 ] ἀπέστρεψεν RP

§27:3 καὶ WH Treg NA28 ] + τοῖς RP

*27:4 ἀθῷον Treg NA28 RP ] δίκαιον WH

27:4 ὄψῃ WH Treg NA28 ] ὄψει RP

27:5 εἰς τὸν ναὸν WH Treg NA28 ] ἐν τῷ ναῷ RP

§27:11 ἐστάθη WH Treg NA28 ] ἔστη RP

*27:11 ἔφη WH NA28 ] + αὐτῷ Treg RP

27:12 καὶ WH NA28 ] + τῶν Treg RP

27:16 Ἰησοῦν NA28 ] – WH Treg NIV RP

§27:17 Ἰησοῦν τὸν NA28 ] τὸν WH; – Treg NIV RP

*27:21 Τὸν WH Treg NA28 ] – RP

27:22 λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP

27:23 δὲ WH Treg NA28 ] + ἡγεμὼν RP

§27:24 ἀπέναντι NA28 RP ] κατέναντι WH Treg

*27:24 αἵματος WH NA28 ] + τοῦ δικαίου Treg RP

27:28 χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ WH Treg NA28 ] περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην RP

27:29 τῆς κεφαλῆς WH Treg NA28 ] τὴν κεφαλὴν RP

§27:29 ἐν τῇ δεξιᾷ WH Treg NA28 ] ἐπὶ τὴν δεξιὰν RP

*27:29 ἐνέπαιξαν WH NA28 ] ἐνέπαιζον Treg RP

27:29 βασιλεῦ WH Treg NA28 ] ὁ βασιλεὺς RP

27:33 Κρανίου Τόπος λεγόμενος WH Treg NA28 ] λεγόμενος Κρανίου Τόπος RP

§27:34 οἶνον WH Treg NA28 ] ὄξος RP

*27:34 ἠθέλησεν WH Treg NA28 ] ἤθελεν RP

27:40 κατάβηθι WH Treg NIV RP ] καὶ κατάβηθι NA28

27:41 καὶ WH NA28 ] δὲ καὶ Treg RP

§27:41 πρεσβυτέρων WH Treg NA28 ] + καὶ Φαρισαίων RP

*27:42 βασιλεὺς WH Treg NA28 ] Εἰ βασιλεὺς RP

27:42 αὐτόν WH Treg NA28 ] αὐτῷ RP

27:43 νῦν WH NA28 ] + αὐτόν Treg RP

§27:44 σὺν WH Treg NA28 ] – RP

*27:46 ἀνεβόησεν NA28 RP ] ἐβόησεν WH Treg

27:46 Ἠλὶ ἠλὶ Treg RP NA28 ] Ἐλωῒ ἐλωῒ WH NIV

27:47 ἑστηκότων WH Treg NA28 ] ἑστώτων RP

§27:49 ἔλεγον NA28 RP ] εἶπαν WH Treg

*27:49 αὐτόν Treg NA28 RP ] + ⟦ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα⟧ WH

27:51 ἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύο WH Treg NA28 ] εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω RP

27:52 ἠγέρθησαν WH Treg NA28 ] ἠγέρθη RP

§27:54 γενόμενα NA28 RP ] γινόμενα WH Treg

*27:54 θεοῦ υἱὸς WH NA28 RP ] υἱὸς θεοῦ Treg

27:56 Ἰωσὴφ WH NA28 ] Ἰωσῆ Treg NIV RP

27:57 ἐμαθητεύθη WH Treg NA28 ] ἐμαθήτευσεν RP

§27:58 ἀποδοθῆναι WH NA28 ] + τὸ σῶμα Treg RP

*27:59 αὐτὸ RP ] + ἐν WH Treg NA28

27:61 Μαριὰμ WH NA28 ] Μαρία Treg RP

27:64 αὐτοῦ Treg NA28 ] – WH; αὐτοῦ νυκτὸς RP

§27:65 ἔφη WH Treg NA28 ] + δὲ RP