28
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν ⸀Μαριὰμ* Μαριὰμ NA28 ] Μαρία WH Treg RPἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶ καὶ WH Treg NA28 ] – RP ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ ⸀καὶ προσελθὼν ἀπεκύλισε τὸν ⸀λίθον λίθον WH Treg NA28 ] + ἀπὸ τῆς θύρας RPκαὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ εἰδέα αὐτοῦ ⸀ὡς§ ὡς WH Treg NA28 ] ὡσεὶ RPἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ⸀ὡς* ὡς WH Treg NA28 ] ὡσεὶ RPνεκροί. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ⸀ἔκειτο ἔκειτο WH NA28 ] + ὁ κύριος Treg RP καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. καὶ ⸀ἀπελθοῦσαι ἀπελθοῦσαι WH Treg NA28 ] ἐξελθοῦσαι RPταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. ⸀καὶ§ καὶ WH Treg NA28 ] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP ⸀ἰδοὺ* ἰδοὺ WH NA28 RP ] + ὁ Treg Ἰησοῦς ⸀ὑπήντησεν ὑπήντησεν WH Treg NA28 ] ἀπήντησεν RPαὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13 λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ⸀ἐπὶ ἐπὶ WH NA28 RP ] ὑπὸ Treg τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν ⸀αὐτὸν§ αὐτὸν Treg NA28 RP ] – WHκαὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 οἱ δὲ λαβόντες ⸀τὰ* τὰ Treg NA28 RP ] – WH ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον ⸀ἡμέρας ἡμέρας WH Treg NA28 ] – RP
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, 17 καὶ ἰδόντες αὐτὸν ⸀προσεκύνησαν προσεκύνησαν WH Treg NA28 ] + αὐτῷ RP οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ⸀τῆς§ τῆς WH Treg NA28 ] – NIV RP γῆς· 19 πορευθέντες ⸀οὖν* οὖν WH Treg NA28 ] – RP μαθητεύσατε πάντα τὰ ἔθνη, ⸀βαπτίζοντες βαπτίζοντες WH NA28 RP ] βαπτίσαντες Tregαὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ ⸀αἰῶνος αἰῶνος WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’

*28:1 Μαριὰμ NA28 ] Μαρία WH Treg RP

28:2 καὶ WH Treg NA28 ] – RP

28:2 λίθον WH Treg NA28 ] + ἀπὸ τῆς θύρας RP

§28:3 ὡς WH Treg NA28 ] ὡσεὶ RP

*28:4 ὡς WH Treg NA28 ] ὡσεὶ RP

28:6 ἔκειτο WH NA28 ] + ὁ κύριος Treg RP

28:8 ἀπελθοῦσαι WH Treg NA28 ] ἐξελθοῦσαι RP

§28:9 καὶ WH Treg NA28 ] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP

*28:9 ἰδοὺ WH NA28 RP ] + ὁ Treg

28:9 ὑπήντησεν WH Treg NA28 ] ἀπήντησεν RP

28:14 ἐπὶ WH NA28 RP ] ὑπὸ Treg

§28:14 αὐτὸν Treg NA28 RP ] – WH

*28:15 τὰ Treg NA28 RP ] – WH

28:15 ἡμέρας WH Treg NA28 ] – RP

28:17 προσεκύνησαν WH Treg NA28 ] + αὐτῷ RP

§28:18 τῆς WH Treg NA28 ] – NIV RP

*28:19 οὖν WH Treg NA28 ] – RP

28:19 βαπτίζοντες WH NA28 RP ] βαπτίσαντες Treg

28:20 αἰῶνος WH Treg NA28 ] + Ἀμήν RP